Commentarii in Job · §u23-rem-close

Unit 23 rem close

Rem CLOSEOUT: Unit 23 CLOSEOUT.

Greek

σημαίνεται. οὐ δεῖ δὲ ξενίζεσθαι, ὅτι οὗτος τοιαῦτα λέγει. ἤδη γὰρ εἴρηται, ὅτι ἴσως ἐκ παρακουσμάτων τῶν ἀρχαίων αὐτὰ προφέρει. ιοβ15,23β οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. λέγει, ὅτι τὸ συνειδὸς τῶν ἁμαρτανόντων οἶδε τὴν τῶν ἐπιτηδευμάτων τῶν φαύλων προσδοκίαν, ὅτι αὕτη πτῶμα ὑπάρχει. ιοβ 15,23ξ ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει. ἀντὶ τοῦ «διαταράττεται ἐκ τῶν κολάσεων». ἔχεις ἐν Ἀμῶς περὶ ταύτης τῆς ἡμέρας· "οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου, καὶ ἵνα τί ὑμῖν αὕτη ἡ ἡμέρα κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς" ̣αμος 5, 18–20̣ "καὶ γνόφος οὗ οὐκ ἔστι φέγγος" ̣ξφ. ιοβ 10,22α̣. ιοβ 15,24α ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. φησὶν οὖν, ὅτι οἱ φαῦλοι τούτοις περιπεσοῦνται, διὰ πάντων κατασκευάζων, ὅτι δι' ἁμαρτίας ταῦτα πάσχει. ιοβ 15,24β ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων. εἰ καὶ μὴ ὁ Ἰώβ ἐστιν ὁ ταῦτα λέγων, ἀλλ' εἶχέ τινα τοῦ διαβόλου γνῶσιν, ἥντινα εἰκὸς ἐκ λόγων ἢ τοῦ Ἰὼβ ἢ ἄλλων παλαιῶν ἔσχεν. πρωτοστάτην οὖν αὐτὸν στρατηγὸν διὰ τὸ ἀρχέκακον λέγει. φησὶν οὖν, ὅτι οὕτως αὐτὸν καθέξει, ἀνάγκη καὶ θλῖψις λεγόμενος ἐν τοῖς προειρημένοις, ἔσται ὡς ὁ πρωτοστάτης στρατηγός· οὕτως καὶ αὐτὸς πεσεῖται ἀρχέκακος ὤν. 401 ιοβ 15,26α ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει. – – – ·ς ἐμφαίνεται διὰ τοῦ μὴ κεκρυμμένως αὐτὴν ἐνεργεῖν, ἀλλ' ἐναντίον κυρίου. ὕβρις δὲ δύναται εἶναι καὶ ἡ ἀλαζονεία καὶ πᾶσα ἀδικία· ὕβρεως γὰρ ἀξίους ποιεῖ τοὺς ἐνεχομένους. ὁ ὑβρίζων τινὰ λόγους λέγει κ̣αὶ 100 τούτους φαύλους. οὐ πάντ̣ως δὲ ποιεῖ αὐτὸν ὕβρεως ἄξιον· οὔτε γὰρ ἔπαινος ἀγαθὸν ποιεῖ οὔτε ψόγος κακόν. ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ. ὅτι θρασύτης ἐν τῷ κακῷ ἐστιν, δηλοῖ ἐν τούτῳ· ὡς γὰρ ἀκατα̣μάχητος χρῆται τῇ ····· ἀσπίδι χρησάμενος τῇ ταύτης παχύτητι καὶ τοῖς σαρκικοῖς ἐπιτηδεύμασιν. οὕτω καὶ οἱ ψευδοπροφῆται δορὰν προβάτου περιβεβλημένοι "ἔσωθεν" ἦσαν "λύκοι ἅρπαγες". περὶ τοῦ διαβόλου λέγεται ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ· "τίς ἀποκαλύψει ἔνδυμα προσώπου αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;" σπάνιος γὰρ ὁ ἀποκαλύπτων αὐτοῦ τὴν κακίαν. καὶ ὥσπερ ὁ ὑποκρινόμενος ἐν σκηνῇ ἄλλο ἔχων πρόσωπον ἄλλοις ἑαυτὸν ἐμφανίζει, οὕτω καὶ ὁ διάβολος "μετασχηματι̣ζόμενος εἰς ἄγγελον φωτὸς" ἀπατᾷ καὶ συναρπάζει, και οὐχ ὡς διάβολος· εἰ γὰρ αν προφανῶς, ἔφευγον ἂν αὐτόν. οὕτω καὶ ἡ ἐν Πα402 ροιμίαις προσωποποιουμένη πόρνη χρηστοῖς λόγοις τὸν ἰὸν ὑποβάλλει. εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. ἔοικεν ταῦτα περὶ διαβόλου λέγεσθαι ἢ περὶ πάσης πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως καὶ ψυχῆς μετεχούσης τῆς αὐτῆς κακίας· τὰ γὰρ τῶν αὐτῶν δεκτικὰ ὁμοούσιά ἐστιν. καὶ ἐάν τι περὶ διαβόλου λέγηται ὡς πονηροῦ, ὡς κακούργου, δυνατὸν ταύτην τὴν κακίαν καὶ περὶ ἄλλην δύναμιν πονηρὰν λεχθῆναι. καθόλου οὖν περὶ παντὸς κακοῦ φαμεν, ὅτι εἰσέρχεται εἰς οἴκους ἀοικήτους· ἔνθα γὰρ οἴκησίς ἐστιν σπουδαία, οὐκ ἔχει χώραν ὁ κακός. καὶ ἔχομεν ἐξ εὐαγγελικοῦ παραστῆσαι τοῦτο· "ὅταν τὸ ἀκάθαρτον," φησίν, "πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει." ἄνυδροι δὲ τόποι ἐν τούτοις αἱ ψυχαί εἰσιν αἱ ἐστερημέναι κακίας. πολλαχοῦ γὰρ ἡ ὑγρότης τῆς κακίας ὕδωρ λέγεται· "ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον." καὶ "βασιλεύς" ἐστιν ὁ διάβολος "πάντων τῶν ἐν τοῖς ὕδασιν," οὐ τῶν αἰσθη τῶν–ταῦτα γὰρ τοῦ θεοῦ εἰσι δημι403 ουργήματα–, ἀλλὰ τῶν κακῶν καὶ ἁμαρτωλῶν τῶν ἐνεχομένων τῷ ὕδατι ἐκείνῳ, περὶ οὗ εἴρηται· "ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην," ἀντὶ τοῦ «κακία ἀγάπην οὐκ ἐμποδίζει». ὅταν οὖν τὸ ἀκάθαρτον πνεῦμα ἐκβληθὲν ἀπὸ τοῦ ἀνθρώπου ζητῇ ἄλλον οἶκον̣ ζητῇ ποῦ φωλεύει, διέρχεται δι' ἀνύδρων, ἀντ̣ὶ τοῦ «οὐ κάθηται ἐν ψυχῇ»–εὑρίσκει γὰρ αὐτὴν ἐστερημένην τῶν φαύλων ὑγρῶν ὥστε παρρησιάζεσθαί τινα ἐν τούτῳ καὶ λέγειν· "ἡ ψυχή μου ὡς γῆ ἄνυδρος" «καὶ οὐχ εὑρίσκει ἐκεῖ ἀνάπαυσιν». ἀνάλογ̣όν τι ὁ ὑμνῳδός που λέγει· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον." "οἶκοι" οὖν "ἀοίκητοί" εἰσιν αἱ ἐκεῖναι αἱ ψυχαί, ὧν κεχώρισται πᾶσα ἀρετή, ἧς ἀπούσης ὁ θεὸς ἄπεστιν καὶ ὁ τούτου λόγος καὶ τὸ ἅγιον πνεῦμα· εἰς οὓς ὁ διάβολος, ἡ ἀντικειμένη δύναμις, εἴσεισιν. ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται. εἰπὼν περὶ ἀντικειμένων δυνάμεων ἑνικῶς διὰ τοῦ "εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους" ἐπάγει πληθυντικῶς· "ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται." ὅσα γὰρ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.