Commentarii in Job · §u24-open

Commentarii in Job Unit 24 opening

Unit 24.

Lemma-led open — μαθητεῦσαι πάντα τὰ ἔθνη

Greek

παρασκευάζουσιν οἱ φαῦλοι εἰς κακίαν, ἄλλοι αὐτῶν ὄντες οἱ ἅγιοι λαμβάνουσιν ἀποσπῶντες αὐτοὺς ἀπὸ τῶν κατεχόντων διὰ τοῦ θείου κηρύγματος, ὅπερ οἱ μακάριοι ἀπόστολοι 404 πεποιήκασι ἀποσταλέντες "μαθητεῦσαι πάντα τὰ ἔθνη". καὶ πρόσσχες, ὅτι οὐκ εἶπεν «ἃ ἐκεῖνοι ἔκ τισανʹ, ἀλλ' "ἃ ἐκεῖνοι ἡτοίμασαν", ἡτοίμασαν δὲ διὰ κακίας, δι' ἡδονῶν, διὰ τῶν ἄλλων κ̣ακῶν. οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐ#6τοῦ τὰ ὑπάρχοντα. τ̣ῶν σπο̣υ̣δ̣ῇ ἑτοιμασθέντων ε᾿̣ξαιτουμένων πῶς ἂν ἔτι π̣λουτοίη̣; πένης γὰρ καὶ ϊροσγ̣····· ····ν̣ ἡτοιμασμένων ······ ···· α τῆς αὐτοῦ ἀπάτης ····· ·· ἀγαθοὺς διδασκαλ····· ···· νων. τούτῳ ὅμοιον τὸ "ἐφώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ἐπ' ἐσχάτου αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, ἐπ' ἐσχάτου αὐτοῦ ἔσται ἄφρων." οὐ μὴ βάλῃ ἐπὶ γῆς̣ σκιάν. τὰ σώματα ποιητικὰ τῶν σκιῶν ει᾿̣σιν καὶ ἀδύνατον σώματος μὴ ὄντος σκιὰν εἶναι. καὶ οὗτος οὖν ἐπεὶ τρόπον τινὰ ὑφεστηκὼς οὐ μένει– οὐ λέγω, ὅτι ἡ οὐσία αὐτοῦ οὐ μένει, ἀλλ' οὕτως ὡς ἠθέλησεν εἶναι οὐ μένει–, διὸ οὐ 101 βάλλει σκιάν· "οὔτε γὰρ ἦν ἀπ' ἀρχῆς", φησίν, ἡ κακία "οὔτε εἰς τὸν αἰῶνα ἔσται." οὐδὲ μὴ ἐκφύγῃ τὸ σκό#6τος. καὶ εἰκότως· ὁ γὰρ τῶν ἄλλων παραίτιος εἰς κακίαν ἀναπόδραστον ἔχει τὴν κόλασιν. τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος. εἰ καὶ ἔδοξε βλαστάνειν ἐν οἷς ἠπάτησεν καὶ ἐν οἷς ἐκπληροῖ αὐτοῦ τὴν κακίαν, ἀλλ' ὁ βλαστὸς οὗτος ὑπὸ ἀνέμου μα405 ραίνεται· οὐ γάρ ἐστιν ῥίζαν ἔχων. οὐ γὰρ οὐσιώδης ἡ κακία, ἀλλὰ ἔξωθεν ἐπεισελθοῦσα, ἥτις προσβολῇ πειρασμοῦ, ὅστις ἄνεμος εἴρηται, ἐλέγχεται καὶ πίπτει καὶ μαραίνεται. ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. τὸ ἄνθος ἀρχὴ καὶ προοίμιόν ἐστιν καρποῦ, καὶ τοῦτο οὖν ἐκπίπτει. κἂν γὰρ ἀλαζονεύηται ὁ μετέχων κακίας, ἀλλὰ μικρὸν ὕστερον ταπεινοῦται. τοῦτο δὲ πολλάκις καὶ εὐεργετικόν ἐστιν, καθὰ καὶ ὁ ἰατρὸς τὴν ἐπιφυομένην λύμην τῷ σώματι πολλάκις διὰ σιδήρου ἐκτέμνει καὶ οὐδὲ παύεται προσάγων τὰ ἀνιαρά, ἕως οὗ τὸν σκοπόν, τὸ ὑγιεινόν, ἀποπληρώσῃ. ξατ 12 μὴ ἀσφαλῆ, φησίν, τὰ καθ' ἑαυτὸν νομιζέτω ὁ ἀσεβὴς πταίων εἰς θεόν. κενὰ γὰρ ἀποβήσεται αὐτῷ. ματαιότης γάρ ἐστιν αὐτοῦ πᾶσα πρᾶξις διὰ τὸ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.