Commentarii in Job · §u23-rem-mid

Unit 23 rem mid

Rem mid: Unit 23; lemma continues; reading with the letter.

Greek

ἀδικίαν ὁ ἄδικος. δεικτικὸν δὲ τοῦτο μὴ κατὰ φύ σιν εἶναι τὸ κακόν· ἐπεισόδιον γάρ ἐστιν τὸ κακόν. φησὶν γοῦν, ὅτι ὁ οὐρανὸς οὐ καθαρὸς ὡς πρὸς τὸν θεόν. εἰ δὲ τοῦτο, ὁ ἄνθρωπος ἐν πίνουσιν ἀδικίαν ταχθείη. ἀδικίαν ἐνταῦθα λέγει τὴν γενικὴν κακίαν· ἔστιν γὰρ καὶ ἰδικὴ ἀδικία ἡ περὶ τὰ συναλλάγματα, ὥσπερ δικαιοσύνη ἡ ἰδικὴ καὶ ἡ πᾶσα ἀρετὴ πολλάκις καλεῖται. ἀναγγέλλω δέ σοι, σὺ δὲ ἄκουέ μου. δοκεῖ πως ἀλαζονικῶς ταῦτα τῷ Ἰὼβ λέγειν ἢ τάχα οὐ προθέσει ἀλαζονικῇ, ἀλλὰ τῷ νομίζειν αὐτὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῆς πρὸς αὐτοῦ παραινέσεως. ἃ δὴ ἑώρακα ἀναγγέλλω σοι, ἃ σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρες αὐτῶν. ὡς ἐνδόξων δῆθεν προσώπων χρῆσθαι βούλεται τῷ λόγῳ, ἵν' ἐκ τούτων πειστικῶς δοκοίη λέγειν. φησὶν γάρ· «ἃ σοφοὶ ἐροῦσιν, οἳ παρὰ πατέρων ἀκηκόασιν οὐ κρυψάντων ἀπ' αὐτῶν 394 τὴν διδασκαλι´̣αν.» δηλοῖ δὲ δια`̣ τούτων ὡς εὐδιαθέτως ει᾿̣ς τὸν Ἰὼβ αὐτὸν κινου´̣μενον. ὅμοιον τούτῳ τὸ "ἐπερώτ̣ησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων." αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. ἔοικεν οὗτος, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν θείαν, ἀλλὰ τῷ θαυμάζειν τοὺς συνέσει ὑπερβάλλοντας, ὅμοιον λέγειν τῷ ῥητῷ τῷ φάσκοντι· "τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός." κἂν γὰρ πολυκτήμων ὑπάρχῃ ὁ ἄπιστος, οὐ δεσπότης αὐτῶν, ἀλλὰ δοῦλός ἐστιν. τῷ γὰρ μαμωνᾷ δουλεύει. ὁ δὲ δίκαιος ἀδούλωτον ἔχει τὸ φρονεῖν. διὸ "οὐδὲ ἐπέρχεται ἀλλογενὴς ἐπ' αὐτούς", ἀντὶ τοῦ «οὐκ αἰχμαλωτεύονται οὔτε ἀπὸ ἀοράτου δυνάμεως οὔτε ἀπὸ ἀνθρώπου». "ἡ ἀγάπη γὰρ οὐδέποτε πίπτει", ἀντὶ τοῦ «ὁ ἀγαπῶν». κἂν γάρ ποτε ἐν αἰχμαλωσίᾳ κρατηθῇ ὁ δίκαιος, ἀλλ' ὡς προείρηται ἀδούλωτός ἐστιν τὸν λογισμόν. οἰκ̣εῖον δὲ τῶν ἀλλογενῶν καὶ ἀοράτων καὶ ὁρατῶν τὸ ἐπέρχεσθαι. πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. θέλει λέγειν, ὅτι ὁ δίκαιος ἐν πάσῃ 99 ἐστὶν ἀναπαύσει, ὡς τὴν 395 γῆν αὐτοῖς δίδοσθαι καὶ μὴ ἐπέρχεσθ̣αι ἀλλογενῆ ἐπ' αὐτούς, ὁ δὲ ἀσεβὴς ἐν φροντίσιν ἐστίν. καὶ ει᾿̣ μὴ κατὰ τ̣ὰ εἰρημένα τοῦτο ἔλ̣εγεν, ε̣ἰ῀̣χε λόγον. ἐπειδὴ δὲ εἶπεν̣, ὅτι ἁμαρτωλός ἐστιν, πα̣ραινίττεται ὅτι «διὰ τοῦτο ἐν φροντίσιν ὑπάρχεις, ἐπεὶ οὐκ εἶ δίκαιος, ᾧ μετὰ τῶν ὁμοίω̣ν ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπέρχεται ἀλλογενής». οὗτος μὲν οὖν ὅπως τοῦτο εἶπεν, δεδήλωται. ὁ δ̣ε`̣ κύριος παραγγέλλων τοῖς ἑαυτ̣οῦ μαθηταῖς φησιν· "μὴ μεριμνήσητε περὶ τῆς αὔριον." καὶ παραγγελία ἔστιν, ἵνα "πᾶσαν μέριμναν ἐπὶ κύριον ῥίψωμεν". ε̣ἰ δὲ καὶ τὰ χρ̣ήματα λέγει τὸν βίον, καὶ οὗτος "ἐν φροντίδι". ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ. ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. τοῦτο λέγει, ὅτι κἂν δυναστεύων τις καταθρασύνη ται, ἴστω ὅτι ἀριθμητὰ ἔτη ἔχει. οὐχ ἡ δυναστεία πολυχρόνιον αὐτὸν ποιεῖ· ἐπιμετρεῖται γὰρ τοῖς ἀνθρώποις χρόνος παρὰ τοῦ θεοῦ πρὸς τὸ αὐτοῦ κρίμα. κἂν ἀλαζονεύηται οὖν ὁ δυνάστης, ἀλλ' ὁ βίος αὐτοῦ καὶ τὰ ἔτη αὐτοῦ ὀλίγα τυγχάνει καὶ ἐπίφοβα ἀεὶ ἐν τοῖς ὠσὶν τὸν φόβον ἔχοντος διὰ τὸ ἀβέβαιον τοῦ τρόπου. 396 τ̣ὸν δὲ παθητικὸν ὁ τοιοῦτος ἔχει φ̣όβον. ὅταν γὰρ ε᾿̣ν φ̣ρ̣οντίσιν τοῦ βίου ἐστίν, εὐλαβεῖται καὶ τὸν θάνατον. ο῾̣ δὲ σπουδαῖος εἰδώς, ὅτι κάλλιον "ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι", εὔελπίς ἐστιν, τοῦ φαύλου οὐχ οὕτως ὄντος, ἀλλὰ φοβουμένου· εἴρηται γάρ, ὅτ̣ι "φεύγει ἀσεβὴς οὐδενὸς διώκοντος". ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. κἂν ἐν πολλῇ εὐθηνίᾳ τις ὑπάρχῃ ὡς ὁ λέγων ἐν τῷ εὐαγγελίῳ· "καθελῶ μου τ̣ὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ ἐρῶ τῇ ψυχῇ· ψυχή, ἔχεις ἀγαθὰ πολλά, φάγε, πίε, εὐφραίνου", ἀλλ' ὁ κύριος αὐτῷ λέγει· "ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσιν τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" ὅτε γὰρ ἔδοξεν εἰρηνεύειν ἐν τῷ πλούτῳ, ἦλθεν ἡ καταστροφὴ αὐτοῦ. ταῦτα μὲν οὖν ὁ θεῖος ὑποβάλλει λόγος. ἔοικεν δέ, ὅτι οὗτος ἐκ παρακουσμάτων τῶν σοφῶν ταῦτα λέγει κατὰ τ̣οῦτο σφαλλόμενος, ὅτι περὶ τοῦ Ἰὼβ αὐτὰ ᾐνίττετο. μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους. ὅμοιον τῷ "ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφαλία ἐστίν" τὸ "ὅταν δοκῇ εἰρηνευ´̣ειν, ἥξει αὐτοῦ ἡ καταστροφή". "τότε," φησίν, "αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ 397 ἐχούσῃ." –– ξατ 7 ιοβ 15,22β–23α ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, κατατέτακται δὲ εἰς σῖτα γυψίν. ἀπεντεῦθεν γὰρ ὁ ἁμαρτάνων ἐθησαύρισεν ἑαυτῷ κόλασιν, ἅπερ διὰ τοῦ σιδήρου καὶ τῶν γυπῶν

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.