Commentarii in Job · §u24-rem-early

Unit 24 rem early

Rem early: Unit 24; lemma and argument toward the thesis.

Greek

μηδὲν ὑφεστηκὸς ἔχειν. ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται. διὰ τοῦτο τὸ ἄνθος αυ᾿̣τ̣οῦ ἐκπίπτει καὶ ὁ βλαστὸς αὐτοῦ μαραίνεται, ὅτι οὐ μένει καιρὸν τελείου καρποῦ. ὅμοιον τούτῳ τὸ "μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου." τινὲς ἐκ τῶν τοιούτων λέξεων ταραττόμενοι εἱμαρμένην εἰσηγοῦνται καὶ λέγουσιν ὅτι «ὑπὸ καιρόν ἐσμεν ἐν οἷς πράττομεν». τὸ δὲ "πρὸ ὥρας" ἐνταῦθα «πρὸ τῆς τελεσφορήσεως» λέγει, καθὸ λέγομεν ὥραν εἶναι τρυγητοῦ ἢ ἀμήτου. οὕτω γοῦν ὁ Ἰὼβ "ἐλήλυθεν ἐν τάφῳ ὡς σῖτος ὥριμος κατὰ καιρὸν συνκομισθείς". εὐεργεσία δὲ θεοῦ 406 ἐστιν τῆς κακίας τὸν βλαστὸν πρὸ ὥρας φθαρῆναι. καὶ ὁ ῥόδαμνος αὐτοῦ οὐ πυκάσει· τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. οὐκ ἐπιτρέπεται εἰς τελείαν καρποφορίαν ἐλθεῖν τὸ ἄνθος αὐτοῦ. οὐδὲν δ' ἧττον καὶ τοῦτο ὡς προείρηται λυσιτελές ἐστιν καὶ χρήσιμον̣ ··ε̣λετην κακίαν εἶναι τῶν ἐν̣εργ̣ο̣ύν̣τ̣ων. τὰ δὲ τῶν δικαίων οὐχ οὕτως· τὰ γὰρ κλήματα τῆς ἀληθινῆς ἀμπέλου μένοντα ἐν τῇ συμφυίᾳ βλαστοῦσιν καὶ καρποφοροῦσιν. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. τὰ φθάσαντα διελθὼν τὸ πέρας τοῦ ἀσεβοῦς θάνατον ἀποφαίνεται. ἡ γὰρ τῆς κακίας τελεσιουργία θάνατον ἀπεργάζεται, οὐ τὸν κοινόν, ἀλλὰ τὸν τῆς κολάσεως. πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. καὶ κατὰ τὸ πρόχειρον ὠφέλειαν ἔχει, ὅτι οἱ δωροδοκοῦντες πάντως ἐπὶ ἀδικήμασι καὶ ἀσεβήμασιν τοῦτο ὑπομένουσιν. εἴρηται γάρ· "ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν." πῶς δὲ καίεται τοῦ δωροδέκτου ὁ οἶκος, ἐπισ̣τῆσαι δεῖ. εἴρηται· "καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς." ἐν γὰρ ἐξετάσει τῶν πραγμάτων ἔσται ἀπόδοσις κατὰ τὸ εἰρημένον· "ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον." ἔστιν δὲ ὅτε καὶ ἐν τῷ βίῳ τούτῳ ἡ ἀνταπόδοσις

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.