Commentarii in Zacchariam · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

μανθανόντων κατὰ νόησιν καὶ ποιότητα τῶν μαθημάτων. 1.34 Εἰσὶ γὰρ αὐτὸ τοῦτο μόνον ποιοῦντες, βομβοῦντες τὴν ἀκοήν, οὐκ ὠφελοῦντες τὴν διάνοιαν τῶν παιδευομένων· καὶ ὃ μὲν ἔν τινι λαλῶν καὶ λαλεῖ αὐτῷ, οὐ παντὸς τοῦ κρούοντος τὴν ἀκοὴν ἐν τῇ καρδίᾳ λαλοῦντος. 1.35 Zach. I, 10: Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με· Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. 1.36 Ζητήσειεν ἄν τις τί δήπουθεν, ἑωρακότος τοῦ προφήτου τοὺς ἐρχομένους ἵππους πυρρούς, ποικίλους, ψαρούς, λευκούς, ὁ ἄγγελος ὁ λαλῶν ἐν αὐτῷ ὑπισχνεῖται δείξειν αὐτῷ τὰ ὀφθέντα. Μήποτ' οὖν, ἐπεί ἐστιν περὶ τῶν αὐτῶν διττὴ θέα, εἰσαγωγικωτέρα καὶ ὑπεραναβεβηκυῖα, τῷ ἐγνωκότι τὴν εἰσαγωγικὴν δεῖξιν, τὴν τελειοτέραν ὑπισχνεῖται ὁ θεῖος παιδευτής, τοῦ τὴν ἀποκάλυψιν ἐσχηκότος τέλειον ἔρωτα δεξαμένου. 1.37 Ὁ ἀνὴρ ὁ ἑστὼς ἀνὰ μέσον τῶν εἰρημένων ὀρέων δύο ἀπεκρίνατο· «Οὗτοί εἰσιν οὓς ἐξαπέστειλεν Κύριος περιοδεῦσαι τὴν γῆν.» 1.38 Κατὰ δευτέραν θεωρίαν κατάσκια ὄρη δύο ὁ ἀπὸ Ἑβραίων καὶ ἐθνῶν λαὸς τυγχάνουσιν, ὧν ἐν μέσῳ ἑστὼς ὁ ἤδη ἡρμηνευμένος ἀνὴρ μυσταγωγεῖ τὸν προφήτην τίνες εἰσὶν οἱ ἀπεσταλμένοι περιοδεῦσαι τὴν γῆν. ∆ιδάσκαλοι δέ εἰσιν ἄριστοι ἐξ ἀνθρώπων καὶ ἀγγέλων ὡς ἔναγχος εἴρηται. 1.39 Οὐ μάτην δὲ πρόσκειται τὸ ἀπεστάλθαι αὐτοὺς τοῦ περιοδεῦσαι τὴν γῆν ὑπὸ τοῦ Κυρίου, οὐ πάντων τῶν διδάσκειν ἐπαγγελλομένων ἢ περιοδευόντων ὑπὸ Κυρίου ἀποσταλέντων. «Περιοδεύων γοῦν τὴν γῆν» ὁ διάβολος, ὡς αὐτὸς ἔφη, ἐπὶ τῷ ἐξετάσασθαι τὸν Ἰὼβ καὶ τοὺς ἄλλους Θεοῦ ἀθλητάς, ἰδίᾳ κακίστῃ προαιρέσει τοῦτο ποιεῖ, ἀλλ' οὐκ ἐγχειρισθεὶς ὑπὸ τοῦ Θεοῦ. 1.40 Τί δέ φασιν οἱ ἀποσταλέντες τεθεάσθαι ἐν τῷ περιοδεῦσαι, ἢ ὅτι πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει, ὡς ἡ ἑξῆς παρίστησιν λέξις οὕτως ἔχουσα. 1.41 Zach. I, 11: Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπαν· Περιωδεύκαμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. 1.42 Ἐπεὶ μὴ πᾶς ἄγγελος τοῦ Κυρίου ἐστίν, οὐκέτ' αὐτοῦ τυγχανόντων τῶν ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον, εἰκότως τῷ ἀγγέλῳ Κυρίου ἀποκρίνονται οἱ περιοδεύοντες ὡς πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. Ὅτι δὲ οἱ ἀποστάται, κἂν ἁπλῶς ἄγγελοι καλῶνται, ἀλλ' οὐ τοῦ Κυρίου χρηματίζουσι, ἔτι σαφῶς ἐκ τῶν γραφῶν δηλοῦται, ὅπου μέν· «Ὁ 4 Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», οὐ γὰρ εἶπεν αὐτοῦ· ὅπου δὲ ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος Ἀποστόλου εἴρηται· «Ἀγγέλους κρινοῦμεν.» 1.43 Τί βούλεται τὸ κατοικεῖσθαι πᾶσαν τὴν γῆν καὶ ἡσυχάζειν θεωρητέον. Τῆς λογικῆς ψυχῆς αὐτοκινήτου καὶ ἀεικινήτου ὑπαρχούσης, ὅταν εὖ καὶ μακαρίως κίνηται, ἠρεμεῖ καὶ ἡσυχάζει ἀπὸ τῆς ἀτάκτου κλονήσεως, ταύτην δὲ τὴν εὐστάθειαν καρποῦται ἀπὸ θείας εὐλαβείας. 1.44 Γέγραπται γάρ· «Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεόν», καί· «Ἡσυχάζει ἀπὸ παντὸς κακοῦ ὁ κατασκηνῶν ἐπ' ἐλπίδι», κατὰ τὴν θεόπνευστον τῶν Παροιμιῶν γραφήν. Ταύτῃ τῇ νοήσει, πρὸς τὸν ἀλάστορα Κάϊν κινηθέντα ὡς οὐ δεῖ ὁ Θεός φησιν· «Ἥμαρτες, ἡσύχασον», μόνον οὐχὶ λέγων· Ἁμαρτάνων ἀτάκτως κλόνῃ, ἀλλὰ τέλος ἐπίθες τῇ ἀτάκτῳ ὁρμῇ· τότε γὰρ ἐπαινετῶς, ἡσυχάσεις «ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιήσας». 1.45 Τῷ οὕτως ἡσυχάζοντι ἕπεται τὸ κατοικεῖν. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, ἡ εἰσαγομένη ἐν Παροιμίαις πόρνη γυνή, ἥτις ποτέ ἐστιν αὕτη, «ἐν οἴκῳ οὐκ ἔχει ἡσυχάζοντας τοὺς πόδας», ἔξω αὐτοὺς ῥεμβομένους ἔχουσα, τριοδῖτις καὶ σοβὰς οὖσα, τῆς ἀστῆς καὶ εὐγενίδος ἐν οἴκῳ κατοικούσης, φυλαττούσης τὰ πρὸς τὸν νυμφίον γαμικὰ δίκαια, ᾗ εὐθὺς ἕπεται τὸ τεκνογονεῖν. Εἴρηται γὰρ ἐν Ψαλμοῖς περὶ τοῦ νυμφίου τοῦ Θεοῦ Λόγου· «Ὃς κατοικίζει ἐν οἴκῳ στεῖράν ποτε οὖσαν, ἵνα γένηται μήτηρ γνησίων τέκνων εὐφραινομένη.» 1.46 Zach. I, 12: Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπεν· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; 1.47 Θεασάμενος προγνωστικῶς ὁ ἄγγελος Κυρίου παντοκράτορος πᾶσαν τὴν γῆν κατοικοῦσαν καὶ ἡσυχάζουσαν, πάντων τῶν ἐθνῶν πιστευσάντων τῷ ἐπιδημήσαντι Κυρίῳ, ἀξιοῖ τὸν παμβασιλέα γνῶσιν παρασχεῖν ἕως τίνος καὶ πότε ἡ Ἰερουσαλὴμ καὶ αἱ ὑπὸ ταύτην πόλεις τῆς Ἰουδαίας ἐλεηθήσονται, ἑβδομηκοστοῦ ἔτους ἤδη ἐνεστῶτος τῆς αἰχμαλωσίας δι' ἣν παρεωρᾶσθαι ἐδόκουν. 1.48 Καὶ ἐπεὶ πολλάκις ἡ Ἰερουσαλὴμ πολυτρόπως

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.