Commentarii in Zacchariam · §u02-open

Commentarii in Zacchariam Unit 2 opening

Unit 2.

Lemma-led open — ὅρασις εἰρήνης

Greek

ἡρμήνευται, καθ' ἑκάστην ἑρμηνείαν λημφθεῖεν ἂν καὶ αἱ τῆς Ἰουδαίας πόλεις. Ἐὰν οὖν ἡ Ἰερουσαλὴμ ἡ τελεία καὶ πεφωτισμένη ψυχὴ λαμβάνοιτο εἰρηνικῶς καὶ εὐσταθῶς πάντα θεωροῦσα–μεταλαμβάνεται γὰρ εἰς τὸ «ὅρασις εἰρήνης» –πόλεις τῆς Ἰουδαίας εἰσὶν αἱ ὑποδεέστεραι ψυχαὶ τῷ ἔτι προκόπτειν. 1.49 Ἐὰν δὲ τὴν Ἐκκλησίαν σημαίνῃ τὸ ὄνομα τῆς Ἰερουσαλήμ, τὴν «παρισταμένην τῷ Χριστῷ ἁγίαν οὖσαν», πόλεις τῆς Ἰουδαίας ἑρμηνευθεῖεν αἱ μὴ τηλικαῦται γινόμεναι ψυχαί. Τὴν τοιαύτην διαφορὰν φανεροῖ ὁ Ἀπόστολος ἐπιστέλλων Κορινθίοις, εὐλογῶν «τὴν Ἐκκλησίαν σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα Κυρίου», ὡς τὴν μὲν Ἐκκλησίαν εἶναι Ἰερουσαλὴμ ἀλληγορικῶς, πόλεις δὲ τῆς Ἰουδαίας τοὺς ἐπικαλουμένους τὸ ὄνομα Κυρίου. 1.50 Κατ' ἀμφοτέρας τὰς ἑρμηνείας παρορᾶταί ποτε ἡ Ἰερουσαλὴμ καὶ αἱ ὑποτελεῖς αὐτῇ πόλεις τὸ αὐτὸ τῇ μητροπόλει πάσχουσιν, ἵνα ἐκ τῆς ὑπεροράσεως αἴσθησιν λαβοῦσαι, διαναστήσωσιν ἑαυτάς, ὡς μηκέτι πάσχειν τὰ τῆς αἰχμαλωσίας, «ἑβδομηκοστοῦ ἔτους ἐνεστηκότος». 1.51 Οὐ γὰρ ἔτι ἐπίπονος ἐργασία ἔσται, σα̣ββ̣ατικοῦ ἐνιαυτοῦ πληρωθέντος· ὁ γὰρ ἑβδομήκοντα ἀριθμός, ἐκ δεκάδων ἑπτὰ συνεστηκώς, τελείαν ἀνάπαυσιν ἐπιφέρει, παρέχοντος αὐτὴν τοῦ ἐληλυθότος «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν», ἀνατείλαντος ἐκ τοῦ Ἰούδα. Περὶ γὰρ τοῦ Σωτῆρος ἀπαγγέλλεται τό· «Βασιλεύς μου Ἰούδα», καὶ πρὸς αὐτὸν ἐπ' εὐλογίαις λέγεται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι πάντες οἱ υἱοὶ τοῦ πατρός σου.» 1.52 Τούτων τῶν θείων λόγων ἀπαγγελλομένων ἥτις ἐστὶν διορατικὴ ψυχή, Ἰερουσαλὴμ προσαγορευομένη, ἀλλὰ καὶ ἐξομολογούμεναι, πόλεις τῆς Ἰουδαίας οὖσαι–Ἰούδας γὰρ «ἐξομολογούμενος» ἡρμήνευται–μαθέτωσαν ὑπὸ Ἰησοῦ «ὅτι πραΰς ἐστιν καὶ 5 ταπεινὸς τῇ καρδίᾳ, ἵν' εὕρωσιν ἀνάπαυσιν» ψυχαῖς καθαραῖς προσήκουσαν, τοῦ ἑβδομηκοστοῦ ἔτους πληρωθέντος ἐκ τῆς τοῦ ἡλίου τῆς δικαιοσύνης κυκλικῆς κινήσεως, περιπολοῦντος τὰς καθαρὰς καὶ διαυγεῖς διανοίας. 1.53 Zach. I, 13: Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. 1.54 Πρὸς τὸν εἰρηκότα ἄγγελον· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα;» ἀπεκρίθη ὁ παντοκράτωρ Κύριος ῥήματα καλὰ περὶ τοῦ ἐλεηθήσεσθαι τὴν Ἰερουσαλὴμ καὶ τὰς ὑπ' αὐτὴν πόλεις καὶ λόγους παρακλητικοὺς πολλὴν παραμυθίαν ἐμφαίνοντας καὶ ἐπιφέροντας. Πῶς γὰρ οὐ παρακαλοῦσιν καὶ ἀνακτῶνται τοὺς ἐπιστρέφοντας ἐκ τῆς αἰχμαλωσίας, ὥστ' εἰπεῖν εὐχαριστικῶς· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι, ἐγενήθημεν εὐφραινόμενοι»; Ἀποκριθείη καὶ ἡμῖν Κύριος ὁ παντοκράτωρ διὰ τοῦ ἀγγέλου τῆς μεγάλης βουλῆς αὐτοῦ καλὰ ῥήματα, ἵνα παντὸς ἐπαινετοῦ τυχόντες τελείως παρακληθῶμεν ὑπὸ τῶν τελείων αὐτοῦ λόγων εἰσαγόμενοι εἰς ἐλευθέραν καὶ μακαρίαν διαγωγήν. 1.55 Zach. I, 14®15: Καὶ εἶπεν πρός με ὁ ἄγγελος λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 1.56 Ἐξ ἰδίου προσώπου προφήτης φησὶν πρόσταξιν αὐτῷ δεδόσθαι ὑπὸ τοῦ ἀγγέλου Κυρίου παντοκράτορος, ὅπως ἐπιτεταμένως βοήσῃ· «Τάδε λέγει Κύριος· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, μεγάλην ὀργὴν ἐπιφέρων τοῖς ἔθνεσι» τοῖς καταπονοῦσιν, ἐπείπερ τοῦ κηδεμόνος ὀλίγα καὶ βραχέα παιδεύσεως καὶ ἐπιστροφῆς ἕνεκα ἐπαγαγόντος, ἀγρίως καὶ ὠμοτάτως αὐτοὶ συνεπέθεντο. 1.57 ∆έον φοβηθῆναι ὁρῶντας τοὺς Θεῷ ἀνήκοντας ἐγκαταλειπομένους ἐπὶ τῷ μαστιχθῆναι ἐφ' οἷς ἔδρασαν κακῶς καὶ εὐλαβηθῆναι μὴ τὰ αὐτὰ πάθωσιν, ἀλλὰ συνεπέθεντο εἰς κακά, βρενθυόμενοι καὶ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.