Commentarii in Zacchariam · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ μετὰ ὁσιότητος πορευομένου; 1.115 Περὶ τῶν οὕτως ἐχόντων τῆς ἀρετῆς μετουσίαν ὁ Ἰωάννης ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ προσφωνῶν αὐτοῖς ἔφη· «Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν.» Πᾶς καὶ μόνος ὁ οὕτω κατὰ τὸν νοῦν νεάζων παιδεύεται ὑπὸ τοῦ ἐκπορευομένου ἀγγέλου λαλῆσαι τὰ ἑξῆς δηλούμενα. 1.116 Καὶ ὅρα εἰ τὸ ἐκπορεύεσθαι τὸν ἄγγελον τῆς αὐτῆς δυνάμεώς ἐστιν τῷ λεχθέντι ὑπὸ τοῦ χοροῦ τῶν ἁγίων· «Ἐξῆλθας εἰς σωτηρίαν τοῦ λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου», καὶ τῷ· «Ἐγὼ ἐκ Θεοῦ ἐξῆλθον καὶ ἥκω.» Γίνεται γὰρ σωτηρία καὶ θεῖος χρηματισμὸς τῷ γένει τῶν ἀνθρώπων ἐκβληθέντι ἐκ τοῦ παραδείσου παραβεβηκότι τοὺς θείους νόμους ὅταν ὁ τῆς «μεγάλης» Θεοῦ «βουλῆς ἄγγελος» ἐξέλθῃ ἵν' εἰσαγάγῃ δι' ὑπακοῆς καὶ θείας παιδεύσεως τὸν ἐκβληθέντα, λέγων· «Σήμερον μετά μου ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἐπαγγέλλεται ὁ ἐκπορευόμενος δείξειν μεγάλα περὶ τῆς πνευματικῆς Ἰερουσαλήμ, ἃ σημαίνει ἡ ἑπομένη λέξις οὕτως ἔχουσα. 1.117 Zach. II, 8®9: Κατακάρπως κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς, καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶν Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. 1.118 Ὅνπερ τρόπον πάντα τὰ ἐν τῷ παραδείσῳ ξύλα πολλοὺς φέρει κάρπους, οὕτω καὶ ἡ ἁγία πόλις Ἰερουσαλὴμ κατακάρπως κατοικεῖται, πλῆθος ἀνθρώπων καὶ κτηνῶν ἔχουσα ἐν μέσῳ αὐτῆς· οὐ γὰρ προσῆκον καὶ δυνατὸν ὑπάρχει ἐν τῷ θείῳ καὶ ἁγίῳ ἄστει ἄκαρπόν τινα τυγχάνειν, τοῦ ἀκάρπου ξύλου ἐκκοπτομένου καὶ παραδιδομένου ἔξω πυρί. 1.119 Τοιοῦτος ἦν πρὸς ὃν ὁ ἅγιος βοῶν ἔφη· «∆ιὰ τοῦτο καθελεῖ σε ὁ Θεὸς εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων», παντὸς τοῦ μένοντος ἐν τῷ Θεοῦ οἴκῳ εὐχαριστητικῶς λέγοντος· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Πῶς γὰρ οὐ καρποφορεῖ τὸ τοῦ θείου φωτὸς θρεπτικὸν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ κατοικῶν, ἐν τῷ πράττειν τὰ δέοντα καὶ φρονεῖν τὰ εὐσεβῆ δόγματα; 1.120 Οὕτως ἦν καρποφόρον ξύλον ὁ ἐν πρώτῳ Ψαλμῷ ἀνὴρ μακαριζόμενος· εἴρηται γὰρ περὶ αὐτοῦ· «Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.» Ὧι παραπλησίως ἐν Ἰερεμίᾳ ὁ λόγος φησίν· «Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ μὴ διαλίπῃ ποιοῦν καρπόν.» 1.121 Εἶτ' ἐπεὶ διὰ πολλὴν ἀγαθότητα τοῦ συνοικίζοντος τὴν ἁγίαν πόλιν τὴν Ἰερουσαλήμ, οὐ μόνον ὑπὸ ἀνθρώπων κατοικεῖται, οὗτοι δ' εἰσὶν οἱ κατὰ λόγον κινούμενοι πρακτικῶς καὶ φρονήσει, ἀλλὰ καὶ ὑπὸ ἁπλουστέρων καὶ καταδεῆ νόησιν ἐχόντων, εἰκότως κατακάρπως κατοικίζεται «ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς». Πῶς γὰρ οὐκ ἐν μέσῳ αὐτῆς ἄνθρωποι καὶ κτήνη τυγχάνουσιν περὶ ὧν ὁ ὑμνῳδὸς πρὸς τὸν Θεόν φησιν· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Ἄνθρωποι δέ εἰσιν οἱ σωτηρίαν αἰώνιον θεόθεν δεχόμενοι, ὧν ἕκαστος δύναται εἰπεῖν· «Ἐγένετο λόγος Κυρίου πρός με λέγων.» Κτήνη δὲ σῳζόμενα τὰ τὴν φωνὴν Ἰησοῦ ἀκούοντα πρόβατα. 1.122 Πρὸς τοὺς οὕτως ἀνθρώπους ὑπάρχοντας, σὺν λόγῳ καὶ ἐπιστήμῃ πράττοντας καὶ φρονοῦντας, ὁ Κύριος Ἰησοῦς λέγει· «Φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ», ἐπείπερ γνησίως δουλεύετέ μοι, πράττοντες ἃ δεῖ καὶ παιδευόμενοι ἃ καλὸν εἰδέναι. 1.123 Σὺν τοῖς οὕτως 12 ἡρμηνευμένοις ἀνθρώποις, κατακάρπως κατοικοῦσιν ἐν τῇ Ἰερουσαλὴμ οἱ δυνάμενοι φάναι περὶ τοῦ βασιλεύοντος τῆς ἐπουρανίου πόλεως Ἰερουσαλήμ· «Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.» Περὶ τοῦ οὕτω ποιμνίου ὑπάρχοντος τοῦ Θεοῦ φησιν ὁ κατὰ Θεὸν σοφός· «Στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος», ὡς ἕκαστον τῶν τημελουμένων ἱλαρῶς ὑμνῳδίας τρόπῳ φάναι· «Κύριος ποιμανεῖ με, οὐδέν με οὐ μὴ ὑστηρήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με.» 1.124 Τῆς καρποφορησάσης Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς οὐχ ἕτερος φύλαξ καὶ φρουρὸς ἔσται ἢ ὁ Κύριος, αὐτὸς κύκλῳ αὐτῆς γινόμενος οἷα πύρινον τεῖχος, ἅμα θερμαίνων καὶ φλέγων· τοὺς μὲν γὰρ εἴσω τῆς φρουρουμένης πόλεως φωτίζει καὶ θερμαίνει ἵνα παρασκευασθῶσιν ζεῖν τῷ πνεύματι, περὶ ὧν γέγραπται· «Ὡσεὶ ἐν τῷ πνεύματι ζέοντες.» 1.125 Τοὺς δ' ἔξοθεν ἐπερχομένους ἐπὶ τῷ βλάψαι

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.