Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
καταφλέγει, «καταναλίσκον πῦρ ὑπάρχων» ἐκείνων μάλιστα τῶν τριβόλους καὶ ἀκάνθας καρποφορούντων, ἔτι μὴν καὶ ἐκκοπτομένων καὶ ἔξω βαλλομένων διὰ τὸ μὴ καλὸν καρπὸν ποιεῖν ἀλλ' ὀλέθριον καὶ δηλητήριον. Παραπλησίως τῆς ἁγίας πόλεως, καὶ τοῦ λαοῦ ὁ Κύριος κύκλῳ εἶναι λέγεται ἐν μιᾷ ᾠδῇ τῶν ἀναβαθμῶν· «Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.» 1.126 Ὥσπερ δὲ τεῖχος πυρὸς κυκλόθεν γέγονεν τῆς κατακάρπου Ἰερουσαλήμ, καὶ εἰς δόξασμα ἐν μέσῳ αὐτῆς ὑπῆρκται, δοξασμένων θειότητι καὶ μακαριότητι τῶν οἰκούντων τὴν ὑπὸ Θεοῦ κυκλουμένην ἁγίαν πόλιν περὶ ἧς μελῳδῶν ὁ ὑμνῳδὸς ἔφη, μᾶλλον δὲ πρὸς αὐτήν· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ», καὶ ἔτι· «Μέγας Κύριος καὶ ἐπαινετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ.» 1.127 Ὑπάρξει δὲ καὶ ἡμῖν χάριτι τοῦ εὐεργέτου Θεοῦ τὸ καρποφορῆσαι τοὺς καρποὺς τοῦ Πνεύματος, ἵνα κύκλῳ ἡμῶν οἷα τεῖχος πύρινον ὁ Κύριος γένηται, φωτίζων καὶ φρουρῶν μὲν ἡμᾶς, καταναλίσκων δὲ τοὺς ἐπὶ τῷ καθελεῖν ἐπερχομένους πολεμίους, ἵν' ἐπινικίως ἀναφθεγξώμεθα δεικνύντες τὴν ἀκαθαίρετον πόλιν· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν.» 1.128 Zach. II, 10®11: Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. 1.129 ∆ιεγείρων ὁ λόγος τοὺς ἐσκεδασμένους «ἐν τῷ βορρᾷ, οὗ ἀπὸ προσώπου ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», συντόνως τὴν φυγὴν βουλόμενος γενέσθαι ἀπὸ τῶν χειρόνων, ἃ σημαίνεται ὀνόματι τοῦ βορρᾶ, ἐπιδιπλασιάζει τὸ σύνθημα τῆς προτροπῆς λέγων· «Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ.» Φεύγει δὲ ἀπὸ τῶν χειρόνων καὶ κολάσεως ποιητικῶν ὁ προθύμῳ μετανοίᾳ ἔξω γινόμενος τῆς κακίας. Ταὐτὸν τῷ φυγεῖν ἀπὸ γῆς βορρᾶ τό· «Ἔκκλινον ἀπὸ κακοῦ», καὶ τό· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.» 1.130 Τελεῖται δὲ τοῦτο ὅταν ἀποχὴ παντὸς εἴδους πονηροῦ γένηται, κατεχομένου μόνου τοῦ αἱρετοῦ καὶ ἐπαινετοῦ, κατὰ τὴν προτροπὴν τῆς ἀποστολικῆς παραινέσεως· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Μόνος δὲ καὶ πᾶς φεύγει τὰ ἐπιβλαβῆ ὁ αἱρετὸν ἡγούμενος τὸ ἀγαθὸν καὶ ποιῶν αὐτό. 1.131 Ἀκώλυτος δὲ ἡ φυγὴ γίνεται ἀπὸ τοῦ βορρᾶ ὅταν ὁ εὐεργέτης καὶ προνοητὴς τῶν ὅλων συναγάγῃ ἐκ τῶν τεσσάρων ἀνέμων τοὺς ἐν αὐτοῖς ἐσκεδασμένους πολίτας τῆς καλλιπόλεως Ἰερουσαλήμ. Εὔκολον παρασχὼν τὴν φυγήν, φανεροῖ ποῦ καὶ ἐν ποίᾳ πόλει ἡ σωτηρία γίνεται τοῖς φεύγουσιν ἀπὸ τοῦ βορρᾶ τοῦ σκληροῦ καὶ ψυχροῦ ἀνέμου· γέγραπται γὰρ περὶ αὐτοῦ· «Βορέας σκληρὸς ἄνεμος», καὶ πάλιν· «Βορέας ψυχρὸς ἄνεμος πνεύσει.» Ἔστιν δὲ ἡ ἱερὰ Σιὼν ἔνθα ἀνασωθῆναι ἀσφαλῶς δυνατὸν τοὺς πρότερον κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος. Θυγάτηρ δὲ αὐτῆς ἐστιν ἡ πληθὺς τῶν κατοικούντων αὐτήν. 1.132 Καὶ ἐπεὶ μεταλαμβάνεται τὸ «Βαβυλὼν» ὄνομα εἰς 13 τὸ «σύγχυσις», πᾶς ὁ τεταραγμένος καὶ συγκεχυμένος τὸν νοῦν Βαβυλώνιός ἐστιν, οὗ ἀπαλλοθριοῦσθαι σχέσει καὶ διαθέσει προσήκει τὸν ἔρωτα ἔχοντα ἐν τῇ Σιὼν ἀνασωθῆναι, ἵνα ὑμνῇ καὶ ψάλλῃ τῷ Θεῷ, ἐπείπερ ἐκεῖ πρέπει ὕμνος τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ ἁρμόνιόν ἐστιν. Εἴρηται γάρ· «Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών», καί· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» 1.133 Καὶ ἐπεὶ οὐ δυνατόν ἐστιν τὸν κατοικοῦντα ἐν τῇ θυγατρὶ τῆς Βαβυλῶνος καὶ ἐν τῷ βορρᾷ ὑμνεῖν καὶ ψάλλειν τῷ Θεῷ, κηρυκάδην ἐπιβοᾷ τὸ ἅγιον Πνεῦμα λέγον· «Ὦ, ὦ, φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω ὑμᾶς», τοῦτ' ἔστιν ἐκ πάντων κλιμάτων τοῦ ὑπὲρ γῆς τόπου. 1.134 Ἰσοδυναμεῖ τῷ· «Ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω ὑμᾶς», ὃ εἶπεν ἐν τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ «ἀποστέλλεσθαι τοὺς ἀγγέλους συναγαγεῖν τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων». 1.135 Ἀλληγορηθείσης τῆς Σιὼν καὶ τῆς θυγατρὸς Βαβυλῶνος, ἀνακτέον καὶ τοὺς ἀνέμους, ἤτοι εἰς δυνάμεις ἀσάρκους ἢ τοὺς διαφόρους τῆς ψευδωνύμου διδασκαλίας ἀνέμους, κλυδωνίζοντας καὶ περιφέροντας εἰς ἄθεα φρονήματα καὶ ἀβεβαίους πράξεις τοὺς νηπιάζοντας τῇ διανοίᾳ οὐκ ἐπαινετῶς· γράφει γοῦν περὶ τῆς τοιαύτης καταστάσεως ὁ Ἀπόστολος· «Ἵνα μὴ ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν πανουργίᾳ.» 1.136 Λαμβάνονταί ποτε οἱ ἄνεμοι ἀντὶ πειρασμῶν καὶ περιστάσεων, ὡς ἐν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.