Commentarii in Zacchariam Unit 4 opening
Unit 4.
Lemma-led open — Προσεληλύθατε Σιών, ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.
Greek
Εὐαγγελίῳ μετὰ βροχῆς καὶ ῥαγδαίων ποταμῶν μνημονεύονται ἐπερχόμενοι ἐπὶ τῷ προσκροῦσαι καὶ σφοδρῶς πνεῦσαι τὰς οἰκίας τῶν ἀκουσάντων τοὺς Ἰησοῦ λόγους, βλάψαι καὶ ἀνατρέψαι οὐ δυνάμενοι τοὺς εἰς ἔργα μεταβαλόντας τοὺς λόγους τοῦ ∆ιδασκάλου, ἐπεὶ τὸν θεμέλιον ἐπὶ τὴν σωτήριον πέτραν τέθεικεν, κατασπῶντες τὴν οἰκοδομὴν τοῦ ἀκούσαντος τοὺς θείους λόγους καὶ μὴ ποιήσαντος, ἐπείπερ ἐπὶ τὴν ἄμμον τὴν κρηπῖδα αὐτῆς κατεβάλετο. 1.137 Τοσαυταχῶς τῶν ἀνέμων ἡρμηνευμένων, ἀπὸ πάντων αὐτῶν συνάγει Θεὸς τοὺς φεύγοντας ἀπὸ βορρᾶ καὶ κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος, ἵνα ἀνασωθῶσιν ἐν τῇ Σιὼν περὶ ἧς ὁ Ἀπόστολος γράφει· «Προσεληλύθατε Σιών, ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.» Οὕτω γὰρ μόνως ὑψηλῶς νοηθήσεται καὶ ἡ ἐκκειμένη προφητεία. 1.138 Zach. II, 12®13: ∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτοὺς καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέν με. 1.139 Αἰτίαν ἀποδίδωσιν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοῦ ὀπίσω δόξης ἀπεστάλθαι ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα τοὺς ἀληθῶς Ἰσραηλίτας· καὶ ἐπεὶ Θεὸς παντοκράτωρ ἐστὶν ὁ ταῦτα λέγων, τὸ ὀπίσω καὶ ἔμπροσθεν οὐ σωματικῶς ἐκλημπτέον. Τὰ γὰρ ὀπίσω τοῦ Θεοῦ τὰ μετὰ τὴν προηγουμένην ὕπαρξιν αὐτοῦ ἐκλημπτέον. 1.140 Ἀγένητος μὲν γὰρ ὢν καὶ ἀείδιος, πρόσω πάντων ὑπάρχει, μετ' αὐτὸν καὶ ὀπίσω αὐτοῦ τυγχανόντων τῶν πρὸς τὰ γενητὰ καὶ τὴν διοίκησιν αὐτοῦ νοουμένων, ὧν τυγχάνει ἡ ἐνανθρώπησις καὶ ἐπιδημία αὐτοῦ, ἃ καὶ φαντάζεσθαι δύνανται καὶ ἔννοιαν αὐτῶν ἔχειν οἱ θεόσοφοι ἄνδρες, ὧν εἷς ὑπάρχει ὁ ἱεροφάντης Μωϋσῆς. 1.141 Παρακαλέσας γοῦν τὸν Θεὸν γνωστῶς ἰδεῖν αὐτόν, αὐτοῦ τοῦ Θεοῦ ἐμφανίζοντος ἑαυτόν, αὐτὸς ὁ παρακαλούμενός φησιν· «Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι», «παρελθόντος μου πρότερον ἐν τῇ δόξῃ μου». Κατὰ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου, ὀπίσω δόξης αὐτοῦ τυγχάνει τὸ «σάρκα αὐτὸν γενέσθαι» καὶ ὀφθῆναι ἐν σαρκί, πρὸ τῆς τοιαύτης ἐμφανίου δόξης οὔσης «μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας». 1.142 Ταύτην τὴν θεωρίαν ὑποβάλλει καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου καὶ τῶν συμφρονούντων 14 αὐτῷ· «Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτ̣ι γινώσκομεν», πρώτης δόξης ὑπαρχούσης τοῦ Υἱοῦ καθ' ἣν Μονογενὴς Θεὸς Λόγος ἐστίν, τῆς κατὰ τὴν ἐνανθρώπησιν δευτέρας καὶ μετὰ τὴν πρώτην οὔσης, καθ' ἣν «ἀπεστάλη ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα» τὸν Θεοῦ λαόν· σκυλεύοντα δὲ ἔθνη τοὺς οἰκειωθέντας τῷ Θεῷ οἱ αἰχμάλωτον αὐτὸν λαβόντες. 1.143 Ἀγαθότητι δὲ πολλῇ τοῦτο γίνεται· εἰ γὰρ καθὸ Θεὸς ἀείδιός τε καὶ ἀγένητος ἔκρινεν τοὺς ἀσεβοῦντας, καὶ τὸ πᾶν ἐκποδὼν ἐγίνετο· συγκαταβαίνων δὲ καὶ μὴ παρατηρούμενος πάσας τὰς ἀνομίας τῶν δικαζομένων, εὐεργετεῖ μᾶλλον ἢ κολάζει. Καὶ αὐτὸ γοῦν τὸ προαπ̣ειλεῖν καὶ προαπαγγέλλειν τὰ ἐπίπονα τοῖς τιμωρουμε´̣νοις διὰ χρηστότητος καὶ μακροθυμίας τόπος μετανοίας δίδοτ̣αι τοῖς ἐθέλουσιν ἔξω ἧς ἐποίησαν ἀσεβείας γενέσθαι. 1.144 Τῇ αὐτῇ ἀγαθότητι καὶ φιλανθρωπίᾳ καὶ ἡ κάθοδος τοῦ Σωτῆρος γε´̣γονεν ὀφθέντος κατὰ σάρκα, ἵνα μετὰ ταῦτα ὀφθῇ «ἡ δόξα τοῦ Υἱοῦ π̣αρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας», ἵν' ὁδῷ καὶ ταφῇ «φανερωθῇ ἐν σαρκί, δικαιωθῇ ἐν πνεύματι, ὀφθῇ ἀγγέλοις»· οὕτω γὰρ «ο᾿̣φθεὶς ἐν κόσμῳ, κηρυχθεὶς ἐν ἔθνεσιν, ἀναλημφθήσεται ἐν δόξῃ». 1.145 Ἐπίστησον εἰ ταύτην τὴν νόησιν ὑποβάλλει τὸ τοῦ Ἰερεμίου ῥητὸν οὕτως ἔχον· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ ἀνθρώποις συνανεστράφη.» Ἡ γὰρ τοιαύτη ἀναστροφὴ σὺν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.