Commentarii in Zacchariam · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

αὐτήν. 1.168 Zach. II, 17: Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, διότι ἐξεγήγερται ἐκ νεφῶν ἁγίων αὐτοῦ. 1.169 Ἡ σὰρξ προσηγορία ὁμώνυμος οὖσα πολλὰ σημαίνει, ὡς ἐξ αὐτῆς τῆς θεοπνεύστης παρίσταται γραφῆς. Ὅταν γὰρ ἐν Ψαλμοῖς λέγηται «Τροφὴν διδόναι τὸν Θεὸν πάσῃ σαρκί», πάντα τὰ θνητὰ ζῷα τὰ ἐκ τροφῆς διακρατούμενα ἐν τῷ ζῆν παρίσταται, ὡς καὶ ἐν τῷ· «Πᾶσα σὰρξ κατὰ γένος συνάγεται.» Ὅταν δὲ γράφῃ ὁ Ἀπόστολος· «Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν; ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν», τὸ σῶμα τὸ συνεζευγμένον τῇ λογικῇ ψυχῇ δηλοῦται, ὡς ἀπ' αὐτῆς τῆς ἀποστολικῆς λέξεως ἔστι μαθεῖν οὕτως ἐχούσης· «Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν», καὶ τὰ ἑξῆς. 1.170 Ἔστιν δὲ ὅτε καὶ μόνοι οἱ ἄνθρωποι φανεροῦνται τῇ τῆς σαρκὸς προσηγορίᾳ, ὥσπερ ἐν τῷ· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ἔρχεται δὲ πρὸς Θεὸν σχέσει καὶ διαθέσει οὐχ ἡ ἄλογος, ἀλλ' ἡ ἀνθρωπότης, καταξιουμένη τῆς δαψιλοῦς δωρεᾶς τοῦ ἁγίου 17 Πνεύματος ὑπὸ τοῦ λέγοντος· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ καὶ αἱ θυγατέρες ὑμῶν.» 1.171 Ἡ οὕτω λεγομένη σὰρξ λογικὴ οὖσα εὐλαβείας θείας ἐστὶ δεκτική· προστάττεται γοῦν αὐτῇ «εὐλαβεῖσθαι ἀπὸ προσώπου» τοῦ ἐπιφαινομένου αὐτῇ, περὶ οὗ εὐχὴν ἀναπέμπουσιν οἱ καθαροὶ τῇ καρδίᾳ φάσκοντες· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.» Ἀποδίδωσιν δ' ἑξῆς τὴν αἰτίαν τοῦ δεῖν πᾶσαν σάρκα εὐλαβεῖσθαι ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, ἐπιφέρων· «∆ιότι ἐξεγήγερται ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν.» 1.172 Ἅγια δὲ νέφη οὐ τὰ ὕοντα τὸν αἰσθητὸν ὄμβρον εἰσίν, ἀλλὰ τὰ φέροντα τὸν πνευματικὸν ὑετόν, κατὰ τὸ ἐν Ἠσαΐᾳ λεχθὲν περὶ τοῦ Ἰσραήλ, ἀλληγορίας τρόπῳ ἀμπελῶνος καλουμένου, ἐκ προσώπου τοῦ Κυρίου· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν», διὰ τὸ ἀκάνθας καὶ μὴ σταφυλὴν καρπὸν ἠγιοχέναι. 1.173 Τοῦ γὰρ ἀμπελῶνος ἀλληγορουμένου, ἁρμονίως καὶ αἱ νεφέλαι ἐκλημφθεῖεν, ὁτὲ μὲν ὕουσαι ἐπὶ τῷ ποτίσαι, ὁτὲ δὲ κωλυόμεναι τοῦτ' ἐνεργεῖν. Περὶ τοιούτων ὀμβροτόκων πάλιν ἐν αὐτῷ τῷ προφήτῃ προστάττεται ὑπὸ Θεοῦ· «Αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην.» Τὴν γὰρ δικαιοσύνην ἀρετὴν οὖσαν ψυχῆς λογικῆς, οὐ τὰ αἰσθητὰ νέφη ὕει, ἀλλ' οἱ θεῖοι προφῆται, νέφη κατὰ ἀναγωγὴν προσαγορευόμενοι. 1.174 Ἐπεὶ τοίνυν ἐκ τούτων τῶν νεφῶν ἐξεγήγερται ὁ ἐληλυθὼς Σωτὴρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, τούτου χάριν «εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου» τοῦ Θεοῦ, ὃ ἐπέφηνεν καὶ ἔδειξεν ὅτε ἐπληρώθη ἡ προφητεία ἡ οὕτως ἔχουσα· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών», καὶ ἐπέλαμψεν ὡς «θεάσασθαι ἡμᾶς τὴν δόξαν αὐτοῦ, ὡς μονογενοῦς παρὰ Πατρός». 1.175 Ἐξεγηγερμένος ἐκ τῶν ἁγίων νεφῶν ἃ ἡρμηνεύθησαν εἶναι Μωϋσῆς ὁ μέγας ἱεροφάντης καὶ οἱ κάτοχοι τοῦ ἁγίου Πνεύματος προφῆται, ἐπεδήμησεν ἐπὶ κούφης νεφέλης ἐπιβὰς τῷ καθ' ἡμᾶς κόσμῳ, Αἰγύπτῳ κατ' ἀναγωγὴν καλουμένῳ. Ἔχει δὲ οὕτω ἡ περὶ τούτων προφητεία ἔνθεν ἀρχομένη· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ ἥξει εἰς Αἴγυπτον καὶ συσσεισθήσεται τὰ χειροποιητὰ αὐτῆς.» 1.176 Μεταλημφθείσης δὲ τῆς Αἰγύπτου εἰς τὸν περὶ γῆν τόπον, ἁρμονίως καὶ ἡ κούφη νεφέλη ἀναχθήσεται εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, καθίσαντος τοῦ Θεοῦ Λόγου ἐπὶ τὸν ἐκ τῆς Μαρίας προεληλυθότα. 1.177 Τίς γὰρ οὕτω κούφη νεφέλη μὴ ἔχουσα βάρος ἁμαρτίας ἢ ἡ σὰρξ τοῦ Ἰησοῦ ἡ μὴ συνιστᾶσα ἐκ τῆς ἀνδρὸς πρὸς γυναῖκα συνόδου βαρυτάτης οὔσης, ἀλλ' ἐκ Πνεύματος ἁγίου ἐπελθόντος τῇ παρθένῳ τῇ πεῖραν ἀνδρὸς οὐκ ἐχούσῃ καὶ ᾗ ἡ τοῦ ὑψίστου δύναμις ἐπεσκίασεν, ὡς ἅγιον χρηματίσαι τὸ γεννηθὲν ἄνευ γάμου. Ἔτι δὲ μᾶλλον φανεροῦται τῆς κυριακῆς νεφέλης τὸ κοῦφον καὶ ἐλαφρὸν ἐκ τοῦ ἁμαρτίαν μὴ πεποιηκέναι μηδὲ ἐγνωκέναι αὐτὴν τὴν Ἰησοῦ ψυχήν. 1.178 Οὐδὲν γὰρ ἕτερον καθέλκει καὶ βαρεῖ τὴν τῶν ἀνθρώπων ψυχὴν ὡς ἡ ἀνομία, ταλάντῳ μολίβου παραβαλλομένη, διὰ τὸ κάτω βρίθειν καὶ καθέλκειν τοὺς ἐνεργοῦντας αὐτήν· ἀλλ' ἡ τοῦ Ἰησοῦ οὐκ ἐπειράθη τοῦ βάρους τούτου, «δικαιοσύνην ἀγαπήσασα καὶ μισήσασα ἀνομίαν»· οὐκ ἔσχεν δὲ «οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ» τὸν πάντων ἁμαρτημάτων κατασπῶντα τὴν ψυχὴν τοῦ αὐτὸν ἔχοντος. 1.179 Ἔδει οὖν τὸν ἐξεγηγερμένον Σωτῆρα ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν, πληρώσαντα τὰς περὶ αὐτοῦ προαναφωνήσεις, ἱδρυθῆναι βασιλικῶς ἐπὶ τῆς

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.