Commentarii in Zacchariam · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; reading with the letter.

Greek

Κύριον ἐληλυθέναι καὶ ἐν μέσῳ αὐτῆς κατεσκηνωκέναι, τοῦ ναοῦ πάλιν ἐγερθέντος καὶ Θεοῦ κατασκηνοῦντος ἐν αὐτῷ. «Χαῖρε γὰρ καὶ εὐφραίνου», φησὶν ὁ προφήτης, «θύγατερ Σιών». Καλεῖ δὲ ἐν πολλοῖς τόποις τῆς γραφῆς θυγατέρα ἑκάστης πόλεως τ̣οὺς συμπληροῦντας αὐτὴν πολίτας. 1.157 Ἡ τέρψις δὲ καὶ ἡ εὐφροσύνη ἣν προστάσσει ἔχειν ὁ θεῖος λόγος, ἡ αὐτή ἐστιν τῇ χαρᾷ τῇ τυγχανούσῃ καρπὸς τοῦ ἁγίου Πνεύματος, σὺν ἀγάπῃ θείᾳ καὶ εἰρήνῃ μακαρίᾳ συντεταγμένη, ἣν φανεροῖ ὁ ἱερὸς Ἀπόστολος οὕτω γράφων· «Καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη.» 1.158 Ταύτην τὴν εὐστάθειαν σχόντες οἱ λυτρωθέντες ἀπὸ τῆς αἰχμαλωσίας φασίν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν α̣ι᾿̣χμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Καὶ ἐν ἑτέρῳ Ψαλμῷ συνῳδὰ φέρεται· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.» 1.159 Τοὺς γὰρ θρηνήσαντας ἀποσπωμένους τῆς οἰκείας πατρίδος νόμῳ αἰχμαλωσίας ἀκόλουθον ὑπάρχει, ἀνακάμψαντας εἰς αὐτήν, τέρπεσθαι καὶ εὐφραίνεσθαι διὰ τὸ τὸν Κύριον κατεσκηνωκέναι ἐν μέσῳ αὐτῆς, τὸν αἴτιον τοῦ τέρπεσθαι καὶ εὐφραίνεσθαι. 1.160 Τί δὲ τῆς εὐφροσύνης καὶ τέρψεως αἴτιον τυγχάνει, ἢ τὸ ἀπολαύειν τῶν ὁρμημάτων τοῦ ποταμοῦ τοῦ πεπληρωμένου ὑδάτων περὶ οὗ γέγραπται· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων», καὶ ἔτι· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνει τὴν πόλιν τοῦ Θεοῦ· ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται», οὐκέτι μακρυνόμενος οὐδ' ἐγκαταλείπων διὰ τὸ ἀγαθότητι τῇ ἑαυτοῦ παραμένειν αὐτῇ. 1.161 Τί δὲ ἀγαθὸν καὶ σωτηριῶδες ἕψεται κατασκηνοῦντος τοῦ Κυρίου ἐν μέσῳ τῆς καλλιπόλεως, ἢ τὸ «καταφυγεῖν ἔθνη 16 πολλὰ» μετανοοῦντα «ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ» τῇ ὑπὸ ἡλίου τῆς δικαιοσύνης καταλαμπομένῃ, ἧς ὁ πατριάρχης Ἀβραὰμ ἔρωτα λαβών, ἰδὼν αὐτὴν ἐχάρη καὶ σὺν αὐτῷ οἱ κατὰ πίστιν καὶ τὰ ἔργα αὐτοῦ υἱοὶ καὶ τέκνα αὐτοῦ γεγενημένοι, ὡς εὐχαριστοῦντας φάναι· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» 1.162 ∆ιαδέξεται δὲ τὸ «καταφυγόντα ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον» τὸ λαὸν χρηματίσαι τοῦ πρὸς ὃν καταπεφεύγασιν, οὐκέτι ἄθεα καὶ ἐλπίδα μὴ ἔχοντα μένοντα· περὶ τούτων ἐν τῷ προφήτῃ ὁ Θεός φησιν· «Καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου εἶ σύ», ὥστ' αὐτοὺς «ἔθνος ἅγιον, ἱεράτευμα ἅγιον, γένος Θεοῦ» προσαγορεύεσθαι. 1.163 Φησὶν γὰρ πρὸς τοὺς καταφυγόντας πρὸς Θεὸν τῷ εἰρημένῳ τρόπῳ ὑπ' αὐτοῦ τοῦ πρὸς ὃν καταπεφεύγασιν· «Ὑμεῖς δὲ ἔσεσθέ μοι γένος ἐκλεκτόν, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, λαός μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι». 1.164 Τί δὲ ἀκολουθεῖ τοῖς γενομένοις λαὸς Θεοῦ, ἢ τὸ κατασκηνῶσαι ἐν μέσῳ τῆς ἐπουρανίου καὶ μακαρίας Σιών; Τότε γὰρ τότε γνώσεται, θείᾳ καὶ ἠκριβωμένῃ θεωρίᾳ, «ὅτι Κύριος παντοκράτωρ ἀπέστειλεν» τὸν λυτρωσάμενον αὐτήν, λέγοντα περὶ τοῦ Πατρὸς ἑαυτοῦ· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς, κηρύξαι αἰχμαλώτοις ἄφεσιν.» 1.165 Ἕνεκα γὰρ τοῦ εὐαγγελίσασθαι τοὺς πτωχοὺς τῷ πνεύματι ἐχρίσθη Πνεύματι ἁγίῳ καὶ δυνάμει Θεοῦ Ἰησοῦς ὁ κατασκηνῶν ἐν μέσῳ τῆς Σιών, κηρύσσων ἄφεσιν τοῖς αἰχμαλωτισθεῖσιν ὑπὸ ἐχθρῶν ἀοράτων τέκνοις αὐτῆς. Οὕτω γὰρ κατακληρονομήσει ὁ παμβασιλεὺς εὐεργέτης αὐτῆς τὸν Ἰούδα, τοὺς ἐξομολογουμένους. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Κληρονομήσει δὲ οὖν πρότερον τοὺς ἐπὶ τὴν σωτηρίαν καλουμένους· ἐκ πάλαι γὰρ ἦσαν μερὶς αὐτοῦ καὶ προτοῦ τὸν σκορπισμὸν καὶ τὴν αἰχμαλωσίαν πάθωσιν. 1.166 Ποῦ δὲ καὶ κατακληρονομήσει τὸν Ἰούδαν ὄντα μερίδα αὐτοῦ, ἢ ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν ᾗ μακροχρόνιος ἔσται εὐπαθὼν ὁ τιμήσας τὸν πατέρα αὐτοῦ Θεὸν καὶ τὴν μητέρα αὐτοῦ τὴν Ἐκκλησίαν οὖσαν Ἰερουσαλήμ, ἣν ἔτι αἱρετιεῖ πάλιν προσλαμβανόμενος καὶ βασιλεύων ἐν μέσῳ αὐτῆς, γινωσκούσης ὅτι ἐλήλυθεν κατασκηνῶσαι ἐν μέσῳ αὐτῆς, παρὰ Κυρίου παντοκράτορος ἀποσταλείς, ὅτε κλίνας οὐρανὸν κατέβη πρὸς ἡμᾶς τοὺς ἀνθρώπους φάσκων· «Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με», «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός». 1.167 Οὕτω γὰρ οὐκέτι ἐν ἀπωλείᾳ μενοῦσιν οἱ ὑπὲρ ὧν ἐλήλυθεν ἵν' αἴτιος αὐτοῖς σωτηρίας αἰωνίου γένηται. Ὑπάρξεται δὲ καὶ τῇ συμπληρουμένῃ ὑφ' ἡμῶν Ἰερουσαλὴμ οὔσῃ Ἐκκλησίᾳ Θεοῦ ζῶντος τοιαύτην πίστιν ἔχειν καὶ μακαριότητος ποιητικὰ ἔργα, ἵν' αἱρετίσῃ αὐτὴν ἔτι ὁ τῷ ἰδίῳ αἵματι ἀποπλύνας καὶ λαμπρύνας

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.