Unit 5 rem close
Rem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek
Χριστοῦ, γράφειν· «Ὃς τὰς ἁμαρτίας ἡμω῀̣ν ἀνήνεγκεν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵν' ἀπογενόμενοι ταῖς ἁμαρτίαις τῇ δικαιοσύνῃ αὐτοῦ ζήσωμεν.» 1.215 Συνῳδὰ καὶ «τὸ τῆς ἐκλογῆς σκεῦος» Παῦλος ἐπιστέλλει οὕτω γράφων· «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν παρρησίαν ἐν τῷ ξύλῳ, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ῥήξας αὐτὸ καὶ ἄρας ἐκ τοῦ μέσου», ἵν' ἐν παρρησίᾳ θριαμβεύσας ἀποδύσηται τ̣ὰς περιέκειτο πρότερον ἀρχὰς καὶ ἐξουσίας. Πῶς γὰρ οὐκ ἐνδιδύσκεται ταύτας ὁ ἐνεργῶν ἃ ὑποβάλλουσι χείρονα καὶ κακὰ φρονήματα; 1.216 Κατασκευαστέον δὲ ἐκ τοῦ ἐναντίου τὴν θεωρίαν. 1.217 Ὁ πράττων καὶ φρονῶν ἃ διδάσκει ὁ Σωτὴρ αὐτὸν ὄντα Χριστὸν ἐνδύεται κατὰ τὸ· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν»,καὶ τό· «Ὅσοι Χριστὸν ἐνεδύσασθε.» Ὁ πράττων καὶ διανοούμενος τὰ τῶν πονηρῶν ἀρχῶν καὶ ἐξουσιῶν, πρὸς ἃς ἔχουσι τὴν πάλην οἱ σωτηρίως ἀθλοῦντες, ἐνδιδύσκεται αὐτάς, τὰς κατ' αὐτὰς ποιότητας δεχόμενος. Ταύτας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ἀπεξεδύσατο, ἀναλαβὼν τὰς ἡμετέρας ἁμαρτίας· εἴρηται γὰρ περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται», καὶ μεθ' ἕτερα ἐν τῇ Ἠσαΐου προφητείᾳ λέγεται· «Καὶ ἁμαρτίας πολλῶν ἀνοίσει.» 1.218 Κἂν τοίνυν Ἰησοῦς ἐνδεδυκὼς θεωρῆται ἱμάτια ῥυπαρά, οὐκ αὐτοῦ ταῦτα τυγχάνει, οὐχ ὑφάνας, οὐ κατασκευούσας αὐτά. Ὑπὲρ γὰρ τῶν ποιησάντων καὶ προηγουμένως φορούντων αὐτά, χάριτι τοῦ ἀγαθοῦ Θεοῦ ἐνεδύσατο αὐτά, «ἵν' ὑπὲρ παντὸς γευσάμενος θανάτου» ἔξω ποιήσῃ θανάτου τοὺς ὑπὲρ ὧν ἐγεύσατο αὐτοῦ, μόνον θιγὼν καὶ πλησιάσας αὐτῷ. Αὐτίκα γοῦν καὶ ἐνδυσάμενος τὰ ῥυπῶντα ἐσθήματα, πρὸ προσώπου τοῦ ἀγγέλου ἕστηκεν, οὐδαμῶς χωριζόμενος αὐτοῦ. 1.219 Τί δὲ λέγει ὁ ἄγγελος τοῖς πρὸ προσώπου τοῦ Ἰησοῦ ἑστηκόσιν; «Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ»· οὐ γὰρ αὐτοῦ, ἀλλ' ὑμέτερά ἐστιν· ἐπεὶ γὰρ ὑμῶν πραττόντων τὰ ἀπαγορευόμενα ῥυπῶσαν αὐτὸς ἐσθῆτα περ̣ίκειται, μεταγνόντες ἐφ' οἷς ἁμαρτητικῶς ἐποιεῖτε, ἔξω ποιήσατε αὐτὸν τῶν ῥύπων τῶν ἁμαρτιῶν. 1.220 Ῥητέον δὲ καὶ ἑτέρως· «μὴ γνοὺς Ἰησοῦς ἁμαρτίαν, ἁμαρτία ὑπὲρ ἡμῶν γέγονεν ὑπὸ τοῦ Θεοῦ», σταυρὸν ἀναδεξάμενος, «ἵνα ἡμεῖς δικαιοσύνη Θεοῦ ἐν αὐτῷ γενώμεθα». Οὗ συμβάντος, αἵρεται ἀπ' αὐτοῦ τὸ ἁμαρτία γεγονέναι, ἵνα μηκέτι ἔχῃ τὰ ἄλλων ῥυπαρὰ ἱμάτια. 1.221 Ὡσαύτως ῥυπῶσαν ἐσθῆτα περίκειται, ὅταν ὑπὲρ ἡμῶν πάντων γένηται κατάρα ἵν' εὐλογίας τύχωμεν, ἥνπερ ἐκδιδύσκεται ὅταν ἀπολάβωμεν τὴν εὐλογίαν, ἣν ἵνα ὑπαρχθῇ κατάραν ἀνεδέξατο, αἰσχύνης καταφρονήσας ἵνα ζῶντες κατὰ Θεὸν γενώμεθα. 1.222 Ἀφαιρέσεως γεγενημένης τῶν ῥυπαρῶν ἐνδυμάτων, ἐνδύεται ἀρχιερεὺς ὢν μέγας καὶ ἀληθινὸς τὸν ἱερατικὸν χιτῶνα ποδήρη καλούμενον, καὶ κίδαριν περιτίθεται καθαράν, καὶ περιβάλλεται ὑφ' ἡμῶν ἱμάτιον τὸ ἀνθρώπου σῶμα. Αἴτιοι γὰρ γενάμενοι τοῦ χρήσασθαι αὐτὸν τοιούτῳ ἐνδύματι, ἡμεῖς αὐτὸν περιβάλλομεν. 1.223 Πλὴν εἰ καὶ περιβέβληται τὸ λεχθὲν ἱμάτιον τῷ Θεῷ λέγων· «Σῶμα δὲ κατηρτίσω μοι», ἀλλ' οὖν μένει πάλιν ἱερεὺς μέγας περικείμενος τὸν ἱερατικὸν χιτῶνα, τὸν ποδήρη ἐκεῖνον πρὸς ὃν τὸν αἰσθητὸν 22 κατεσκεύασαν πνεύματος σοφίας πεπληρωμένοι ὑφάνται. Πᾶσα γὰρ ἡ σκηνὴ καὶ τὰ σκεύη αὐτῆς καὶ ὁ κόσμος ὃν περίκειται ὁ ἀρχιερεὺς κατεσκευάσθησαν κατὰ τὸν τύπον τὸν δειχθέντα ἐν τῷ ὄρει τῷ ἱεροφάντῃ. 1.224 Σκέπει δὲ τὴν κεφαλήν, τοῦτ' ἔστιν τὸν νοῦν, τοῦ ἱερέως τοῦ μεγάλου ἡ καθαρὰ κίδαρις· καὶ τάχα τὸ κεφάλαιον τῆς περὶ Χριστοῦ θεολογίας ἡ κίδαρίς ἐστιν, οὐδὲν ὑλικὸν ἢ ῥυποῦν ἔχουσα, ὁ δὲ ποδήρης ἡ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ θεωρία. 1.225 Zach. III, 5®7: Καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασίν μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου. Καὶ ἐὰν διαφυλάξῃς τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. 1.226 Ἑστὼς ἄγγελος Κυρίου βεβαίως καὶ ἀμετακινήτως διεμαρτύρατο τῷ Ἰησοῦ λέγων· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ, καὶ τὰ προστάγματά μου φυλάσσῃς.» Ὁδοὶ δὲ Κυρίου αἱ ἀρεταὶ τυγχάνουσιν κατὰ τὴν φυλακὴν τῶν προσταγμάτων αὐτοῦ τελούμεναι, περὶ ὧν ὁ ἅγιός φησιν τῷ Θεῷ· «Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.» Αὐτὰς ὁ βαδίζων καὶ τρίβων τῷ συνεχῶς ἐπιβαίνειν, θείων ἀμοιβῶν τεύξεται, λαμβάνων ὑπὸ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.