Commentarii in Zacchariam Unit 6 opening
Unit 6.
Lemma-led open — διακρίνειν τὸν οἶκον αὐτοῦ καὶ διαφυλάσσειν τὴν θείαν αὐλὴν αὐτοῦ
Greek
Κυρίου τὸ «διακρίνειν τὸν οἶκον αὐτοῦ καὶ διαφυλάσσειν τὴν θείαν αὐλὴν αὐτοῦ». 1.227 Οἶκον ἐν τούτοις ἐκλημπτέον οὐ τόπον καὶ οἰκοδόμημα, ἀλλὰ τὸ ἄθροισμα τῶν συμπληρούντων αὐτόν, καθὸ σημαίνων ὁ Ἀπόστολός φησιν· «Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Καὶ πρὸς Τιμόθεον ἐπιστέλλει· «Ἂν βραδύνω, ἵν' εἰδῇς πῶς δεῖ σε ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» 1.228 ∆ιακρίνεται δὲ οὗτος ὁ οἶκος ὑπὸ Ἰησοῦ, τιθέντος ἐν τῇ Ἐκκλησίᾳ «ἀποστόλους, προφήτας, ποιμένας, διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων». Οὐ γὰρ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς διακρίσεως καὶ διαστολῆς, ὃ μέν τις τίθεται εἰς ἀποστόλου βαθμόν, ὃ δὲ εἰς προφήτου τόπον, ἕτεροι δὲ εἰς τὸ νέμειν τὴν Χριστοῦ ποίμνην καὶ ἄλλων τὴν θείαν παίδευσιν ἐκπονεῖν τοῖς πρὸς τὸ μανθάνειν ηὐτρεπισμένοις ἁγίοις τυγχάνουσιν. Τούτοις ὅμοιόν ἐστιν τὸ ἐν Ψαλμοῖς ὧδε ἔχον· «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει.» 1.229 Ὁ οὕτω χρηματίζων Θεοῦ οἶκος κατ' ἄλλην νόησιν σῶμα Χριστοῦ τυγχάνει ἐκ πολλῶν μελῶν συγκείμενον καὶ καταρτιζόμενον· ὀφθαλμοὶ γοῦν αὐτοῦ τυγχάνουσιν οἱ θεωρητικὸν βίον ἑλόμενοι, ὡς αὖ χεῖρες αὐτοῦ εἰσιν οἱ πρακτικοί, ἐργαζόμενοι τὰ τῆς ἀρετῆς ἔργα, ὤτων καλουμένων τούτου τοῦ σώματος τῶν συνετῶν ἀκροατῶν ὧν ἕκαστος ἐρεῖ· «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» Καταλλήλως πόδες τοῦ Χριστοῦ σώματος λεχθεῖεν «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί». 1.230 Ἑπομένως τῷ διακρίνειν τὸν οἶκον Κυρίου, καὶ τὸ θεῖον σῶμα διακρίνειν, ἵν' ὃ μέν τις ὡς προείρηται ὀφθαλμὸς ᾖ, ὃ δὲ χεὶρ δραστήριος ὧν καλὸν ἐνεργεῖν καὶ ἀποτελεῖν ἐργαζόμενον. Ἁρμονίως καὶ περὶ τῶν λοιπῶν μελῶν λεχθήσεται. 1.231 Παραπλησίως τῷ διακρίνειν τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὴν θείαν αὐλὴν αὐτοῦ διαφυλάσσει, περὶ ἧς τὸ ἅγιον Πνεῦμα βοᾷ τοῖς σπεύδουσιν ἐν αὐτῇ διατρίβειν· «Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.» 1.232 Τί δὲ τὸ ἆθλον τοῦ διακρίνοντος τὸν Θεοῦ οἶκον καὶ διαφυλάσσοντος τὴν αὐλὴν αὐτοῦ παρίσταται ἐν τῷ· «Καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.» Ἑστηκότες δὲ δείκνυνται οἱ βεβαίως κατὰ ἁγιότητα ἱδρύμενοι, στάσιν μόνιμον κατὰ πίστιν ἀπειληφότες, οἷς προφωνῶν ὁ Ἀπόστολος γράφει· «Καὶ γὰρ τῇ πίστει ἑστήκατε.» Τοὺς οὕτω «τεθεμελιωμένους καὶ ῥεριζομένους» τελείως «ἐν ἀγάπῃ» σημαίνων ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ φησίν· «Εἰσίν τινες τῶν ὧδε ἑστηκότων.» 1.233 Ἀνὰ μέσον τῶν οὕτως ἑστηκότων τῷ Ἰησοῦ ὑπὸ Θεοῦ δίδονται ἀναστρεφόμενοι κατὰ πολιτείαν 23 θείαν καὶ θεωρίαν τῆς ἀληθείας. Ἐν οἷς ἀνθρώποις, ἀληθῶς τυγχάνουσι κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, συνανεστράφη ὁ λαβὼν αὐτοὺς ὑπὸ τοῦ Πατρὸς Ἰησοῦς, «ἐπὶ τῆς γῆς ὀφθεὶς ἵνα συναναστραφῇ τοῖς ἀνθρώποις», τύπον καὶ ὑπογραμμὸν παρέχων τοῖς προῃρημένοις μιμεῖσθαι αὐτόν. 1.234 Κατὰ δεύτερον λόγον ἐρεῖς ἑστηκότας δεικνυμένους τοὺς χορεύοντας ἀγγέλους συναγομένους κατὰ «χιλιάδας χιλιάδων καὶ μυριάδας μυριάδων» αἰνούντων τὸν παμβασιλέα Σωτῆρα καὶ λειτουργούντων αὐτῷ. Τούτων τῶν παραστατῶν τῷ αὐτῶν δημιουργῷ ἀνὰ μέσον ἀναστρεφόμενοι δίδονται οἱ μετὰ ἀνάστασιν ἰσάγγελοι γινόμενοι, οὐκέτι γαμοῦντες ἢ γαμιζόμενοι, οὐκέτι ἀποθανεῖν δυνάμενοι, παυσαμένης τῆς ἐγγάμων καὶ παιδοποιίας διαδοχῆς, ἐπείπερ «τὸ φθαρτὸν αὐτῶν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν ἐνεδύσατο». 1.235 Πῶς γὰρ οὐκ ἐν μέσῳ τῶν ἑστηκότων ἀθανάτων ἀγγέλων καὶ τῶν ἑτέρων θείων δυνάμεων ἀναστρέφεται ὁ ἀγαμίαν κατορθῶν, «μεριμνῶν τὰ τοῦ Κυρίου, ἀπερισπάστως» ἀεὶ ὢν «εὐπάρεδρος» τὸν θεραπεύειν ἱερατικῶς εἵλατο, εὐγενῶς δουλεύειν αὐτῷ, ἵν' οὕτω φράσω, προθέμενος. 1.236 Ὁμοίως καὶ «ἡ παρθένος, πνεύματι καὶ σώματι ἁγία» τυγχάνουσα, ἀπερισπάστως εὐαρεστεῖ τῷ θείῳ νυμφίῳ,
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.