Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
Κυρίου, ὡς καταλαμβάνειν τὰ δι' αὐτῶν δηλούμενα. 1.248 Ταύτης τῆς ἐπιστήμης ὁ μέγας ἱεροφάντης Μωϋσῆς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀρχιερεὺς Ἀαρών· γέγραπται γὰρ ὡς «Ἔθετο ὁ Θεὸς ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων καὶ τῶν τεράτων αὐτοῦ». Πῶς δὲ οὐ τερατοσκόπος ὁ θεόθεν σχὼν οὐχ ἁπλῶς τὴν θέαν τῶν τεράτων καὶ σημείων, ἀλλὰ τῶν λόγων αὐτῶν καθ' οὓς ταῦτ' ἐπιτελεῖται. 1.249 Ἔστι δὲ μαρτύρασθαι τῇ θεωρίᾳ ἐξ ἑνὸς καὶ δευτέρου ἀναγραφέντων ἐν τοῖς Εὐαγγελίοις· σημεῖον καὶ τέρας ἦν τὸ εἰς ὄψιν ἀγαγεῖν τὸν ἀπὸ γενετῆς τυφλόν, πηλοῦ ἐπιχρισθέντων τῶν ὀφθαλμῶν αὐτοῦ, συνδευθέντος ἐκ γῆς καὶ τοῦ πτύσματος τοῦ εὐεργέτου. Τούτου τοῦ παραδόξως γεγενημένου, τερατοσκόπος ἐστὶν ὁ θεωρῶν τὸ δι' αὐτοῦ δηλούμενον πρωτότυπον. 1.250 Τὸν γὰρ ἀπὸ ἐθνῶν λαὸν μηδαμῶς ὁρῶντα πρότερον τῷ κατὰ ἀθεότητα καὶ ἄγνοιαν Θεοῦ ἀνατετράφθαι ἀπὸ γενετῆς τυφλὸν εἶναι ἡγητέον, ἀναβλέψαντα τότε ὅτε κατὰ σάρκα γνοὺς Χριστὸν ἐπεχρίσθη τοὺς ὀφθαλμοὺς τὸν ἐκ τοῦ πτύσματος Ἰησοῦ γενάμενον πηλόν, πεῖραν λαβὼν τῆς ἐνανθρωπήσεως τοῦ εἰς τὸ ὁρᾶν αὐτὸν ἀγαγόντος. 1.251 Πρὸς τούτοις καὶ ἡ αἱμορροοῦσα γυνὴ ὅλοις ἔτεσι δώδεκα, ἔξω γέγονεν τῆς φορᾶς τοῦ ἀκαθάρτου αἵματος δι' ἣν ἐκωλύετο τίκτειν, ἐκ τοῦ ἅψασθαι τοῦ κρασπέδου Ἰησοῦ. Παραδόξως καὶ τεραστίως ἐπετελεῖτο· ὁ γνῶσιν αὐτοῦ λαβὼν τερατοσκόπος ἐστίν, μετάγων τὸ εἰς τὴν γυναῖκα τεραστίως γεγονός, εἰς τὴν καθαρισθεῖσαν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν. 1.252 ∆είξας πάντα τὰ τεθεωρημένα ἐν τοῖς ἐκκειμένοις ῥητοῖς, «Ἐγώ, φησίν, ὁ παντοκράτωρ Κύριος, τὸν δοῦλόν μου ἄγω ἀνατολήν», δοῦλον ἑαυτοῦ λέγων τὸν ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα τυγχάνοντα, «τὸν ἀναλαβόντα μορφὴν δούλου, κενώσας ἑαυτὸν ἐν μορφῇ Θεοῦ ὑπάρχων». Οὗτος ὁ ἀχθεὶς Θεοῦ δοῦλος ἡ ἀνατολή ἐστιν ἐκείνη περὶ ἧς ἐν Εὐαγγελίῳ εἴρηται· «Ἀνατολὴ ἐξ ὕψους, ἐπιλάμψαι τοῖς ἐκ σκότει καὶ σκιᾷ θανάτου καθημένοις», οὐχ ἑτέρα ὑπάρχουσα «τοῦ φωτὸς τοῦ ἀληθινοῦ.» 1.253 ∆εικνὺς τὸν δοῦλον ἑαυτοῦ ὁ Πατήρ φησιν· «Ἰδοὺ ἀνὴρ ἀνατολὴ 25 ὄνομα αὐτῷ», ἄνδρα καλῶν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν, ἀνατολὴν δὲ διὰ τὸ ἀνατεταλκέναι, δικαιοσύνης ἥλιον ὄντα· γέγραπται γοῦν περὶ αὐτοῦ ἐν τῷ τελευταίῳ τῶν ∆ώδεκα Προφητῶν, ἐκ προσώπου τοῦ ἀποστείλαντος αὐτὸν Πατρός· «Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» 1.254 Ἀποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἄγεσθαι τὸν δοῦλον αὐτοῦ ἀνατολήν φησιν· «∆ιότι ὁ λίθος ἀπὸ προσώπου» τοῦ ἐπιλάμψαντος «ἑπτὰ ὀφθαλμοὺς ἔχει». Τίς δ' οὗτός ἐστιν, ἢ ὁ ἐπιδημήσας Σωτήρ, ἔχων τὴν ἑπταδύναμον διορατικὴν φύσιν; Εἴρηται γοῦν ἐν Ἠσαίᾳ περὶ αὐτοῦ· «Ἐξελεύσεται ῥάβδος ἐκτῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεύματος φόβου Θεοῦ.» 1.255 Καὶ ὅρα γε τοὺς ἐπὶ ἕνα λίθον ἑπτὰ ὀφθαλμοὺς Κυρίου, ὧν ὃ μὲν πνεῦμα σοφίας, ὃ δὲ συνέσεώς ἐστιν. Τίς γὰρ οὕτω ὀφθαλμὸς φωτεινός ἐστιν, πάντα τὰ καλὰ καὶ μεγάλα κατοπτεύων, ἢ τὸ τῆς σοφίας πνεῦμα, παραπλησίως καὶ τὸ τῆς συνέσεως πνεῦμα; 1.256 Ὁ οὕτως ὀμματώμενος πνευματικὸς λίθος, αὐτὸ βουλὴ καὶ ἰσχὺς ὑπάρχων, πάντα βεβουλευμένως καὶ ἰσχυρῶς θεωρεῖ, γνωστικῶς τε καὶ εὐσεβῶς ἐμπλησθεὶς Πνεύματος Θεοῦ τότε μάλιστα ὅτε ἀνέλαβεν τὴν τοῦ δούλ̣ου μορφήν. Αὐτίκα γοῦν οὐκ ἔξοθεν λαμβάνει τὸ ἐπαναπαυόμενον ἐπ' αὐτὸν σοφίας καὶ συνέσεως, βουλῆς τε καὶ ἰσχύος, γνώσεώς τε καὶ εὐσεβείας πνεῦμα· ἐπαναπαύεσθαι γὰρ ἐπ' αὐτὸν εἴρηται. Οἰκεῖον γὰρ καὶ κατάλληλον αὐτῷ ὑπάρχει ἕκαστον τῶν εἰρημένων, μόνου τοῦ πνεύματος τοῦ φόβου ἐπιγινομένου ὥστε ἐμπλῆσαι αὐτόν. 1.257 Τοῦτο τὸ τοῦ φόβου πνεῦμα εὐλάβεια ἑτέρῳ ὀνόματι καλεῖται, προσὸν τῷ ἀνθρώπῳ τῷ ἐκ Μαρίας· γράφει περὶ τούτου ὁ Ἀπόστολος κατὰ λέξιν ὧδε· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, πρὸς τὸν δυνάμενον αὐτὸν σῴζειν ἐκ θανάτου, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Εὐλάβειαν δὲ ἔχει οὐ καθὸ Θεός, ἀλλὰ καθὸ ἄνθρωπός ἐστιν. 1.258 Ὅτι δὲ λίθος προσαγορεύεται ὁ τὴν ἑπταδύναμον ὅρασιν ἔχων, ἐκ τῶν θείων γραφῶν ἀποδείκνυται· χρησάμενος ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος τῷ ἀπὸ τοῦ Ψαλμοῦ ῥητῷ οὕτως ἔχοντι· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας», ἐλεγκτικώτατα πρὸς τοὺς τοῦ Ἰσραὴλ διδασκάλους φησίν· «Οὗτός
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.