Commentarii in Zacchariam · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT.

Greek

ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, γενάμενος εἰς κεφαλὴν γωνίας.» 1.259 Πῶς γὰρ οὐ συνῆψεν καὶ μίαν ἀπετέλεσεν γωνίαν τοὺς δύο τοίχους, τόν τε οἰκοδομούμενον ἐκ τῶν προσελθόντων τῷ εὐαγγελίῳ Ἰουδαίων καὶ τῶν πιστευσάντων ἀπὸ ἐθνῶν· συγκειμένης γὰρ τῆς Ἐκκλησίας ἔκ τε Ἰουδαίων καὶ Ἑλλήνων, κεφαλὴ αὐτῆς γενάμενος ὁ Χριστός, μίαν ἀπετέλεσε γωνίαν, συμφωνούντων λοιπὸν κατὰ μίαν πίστιν τῶν συνηρμοσμένων εἰς μίαν οἰκοδομήν, πάντων ἀνθρώπων τῶν προσηκαμένων τὸ θεῖον εὐαγγέλιον ἀπὸ τῶν δύο λαῶν κτιζομένων εἰς ἕνα καινὸν ἄνθρωπον. 1.260 Τὸν οὕτω ἀπαγγελλόμενον λίθον, ὄντα «ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, ἐνέβαλεν ὁ Θεὸς εἰς τὰ θεμέλια τῆς Σιών, μηκέτι αἰσχυνομένου» δι' ἁμαρτίαν τινός, καθαρσίου γεγενημένου παντὸς τοῦ πιστεύοντος ἐπ' αὐτῷ. Οἱ προσερχόμενοι τῷ ἀθανάτως ζῶντι Λόγῳ, ζῶντες καὶ αὑτοί, λανθάνοντες λίθοι ἐποικοδομοῦνται, ἵν' οἶκος πνευματικὸς συστῇ καὶ θυσιαστήριον νοητόν, ἐφ' ὃ ἀναφέρεται ἡ τῆς αἰνέσεως θυσία καὶ αἱ ὁμογενεῖς αὐτῇ πᾶσαι οὖσαι πνευματικαί. 1.261 Γενοίμεθα καὶ ἡμεῖς ζῶντες λίθοι ἅγιοι, κυλιόμενοι ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, ἵν' «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν Χριστοῦ Ἰησοῦ» ναὸς καὶ οἶκος πνευματικὸς ἀποτελεσθῶμεν, ἵν' ἐνοικήσῃ ὁ Θεὸς ἐν ἡμῖν. 1.262 Zach. III, 9–10: Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ 26 ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσατε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. 1.263 Ὀρύσσω, φησίν, ἐγὼ Κύριος παντοκράτωρ, βόθρον, ἐπὶ τῷ τὰ κεκρυμμένα πάντα φανερῶσαι, ἐπὶ τῷ ἅψασθαι καὶ ψηλαφῆσαι πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης, δῆλον δ' ὅτι τῆς ὀρυττομένης, ἐν μιᾷ τῇ ἐπιλαμπομένῃ ἡμέρᾳ, τότε μάλιστα ὅτε «φωτίζει Κύριος ὁ Θεὸς» ὁ παντοκράτωρ «τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν φανεροῖ», ἐπὶ τῷ καταδικάσαι τοὺς πράξαντας τὴν ἀδικίαν πᾶσαν. 1.264 ∆ύναται ἡμέρα μία καλεῖσθαι ὁ καιρὸς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐν ᾗ ψηλαφᾷ ὁ ἐπιλάμψας εὐεργέτης ἅμα καὶ κριτὴς πᾶσαν τὴν ἀδικίαν τῆς δεικνυμένης γῆς, «αἱρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου»· οὗ κατορθωθέντος, ἐκποδὼν γεναμένης τῆς μητρὸς πάσης στάσεως καὶ παντὸς πολέμου ἀδικίας, εἰρήνη ἔσται βαθεῖα, ὡς μηκέτι δεδιέναι τινά, καταλυθέντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων δαιμόνων καὶ τῶν ἄλλων ἀντικειμένων δυνάμεων, αἳ εἴρηνται «κοσμοκράτορες τοῦ σκότους τούτου», ὡς ἀφόβως λοιπὸν διάγειν ἕκαστον καὶ προσκαλεῖσθαι τὸν πλησίον ὑποκάτω συκῆς καὶ ἀμπέλου. 1.265 Ταύτην ὑπογράφων τὴν εἰρηναίαν καὶ εὐσταθῆ κατάστασιν, καὶ Μιχαίας ὁ προφήτης προαναφωνεῖ προγνωστικῶς τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· «Προσκαλέσεται ἕκαστος τὸν πλησίον καὶ τὸν ἀδελφὸν αὐτοῦ ὑποκάτω συκῆς καὶ ἀμπέλου αὐτοῦ, οὐκ ὄντος τοῦ ἐκφοβοῦντος.» Πῶς γὰρ ἔτι ἐκφοβῶν τις ἔσται, πάντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων καταλυθέντων; 1.266 Τί δ' αἰνίττονται τὰ μνημονευθέντα φυτ̣ά, ἄμπελον καὶ συκῆν λέγω, ἢ τὸν θεωρητικὸν καὶ πρακτικὸν βίον; Ἡ μὲν ἄμπελος τὸν γνωστικὸν καὶ ἐπιστημονικὸν εὐφροσύνης ποιητικὸν ποιοῦσα καρπόν, ἡ δὲ συκῆ τὸν πρακτικόν, αὐστηρά τις καὶ τραχεῖα τυγχάνουσα διὰ τοὺς ὑπὲρ κτήσεως ἀρετῆς πόνους καὶ ἱδρῶτας. 1.267 Περὶ τῆς οὕτω ἀποδιδομένης συκῆς τὸ σαλαμώντιον θέσπισμα ἐν Παροιμίαις λέγει· «Ὁ φυτεύων συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς, ὁ δὲ φυλάσσων τὸν Κύριον τιμηθήσεται», οὐκ οὔσης ἀναντιρρήτου τῆς ἱστορίας· πολλοὶ γὰρ φυτεύσαντες αἰσθητὴν συκῆν οὐδ' ἐδρέψαντο οὐδ' ἔφαγον τοὺς καρποὺς αὐτῆς, ἢ θανάτῳ κωλυθέντες, ἢ πόρρω οὗ ἐφύτευσαν φυτοῦ ἀπῳκισμένοι, μόνου καὶ παντὸς ἐσθίοντος τοὺς καρποὺς οὗ ἐφύτευσαν πνευματικοῦ δένδρου. 1.268 Εἴρηται δ' ἡ συκῆ ὁ πρακτικὸς καὶ ἐνεργητικὸς τῶν καλῶν βίος· καταλλήλως ἐκδεκτέον καὶ τὴν ἄμπελον, τὴν γινομένην οἷα κλῆμα ἀμπέλου τῆς ἀληθινῆς. Ἄμπελος γάρ ἐστιν ἕκαστος τῶν Ἰησοῦ μαθητῶν, κλῆμα τυγχάνων τοῦ λέγοντος Σωτῆρος· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα. Πᾶν κλῆμα μένον ἐν ἐμοὶ πλείονα καρπὸν φέρει.» 1.269 Φιλέταιροι καὶ φιλάδελφοι τυγχάνοντες οἱ τὰ λεχθέντα δένδρα γεωργήσαντες, προσκαλοῦνται ἀλλήλους ὑποκάτω ἀμπέλου καὶ συκῆς εἰρηναίως, ἐπὶ τῷ τρυφῶντας διάγειν. Ὅτε γοῦν ὁρᾷς τὸν γνωστικὸν ἄνδρα σπεύδοντα ἄγειν τοὺς πλησίους ὑπὸ τὴν σοφὴν θεωρίαν τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ δογμάτων τε καὶ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.