Commentarii in Zacchariam Unit 7 opening
Unit 7.
Lemma-led open — τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου
Greek
φρονημάτων, σκοπεῖς πῶς προσεκαλέσατο οὓς ἀγαπᾷ πλησίον ὡς ἑαυτὸν ὑπὸ τὴν ἰδίαν ἄμπελον, ἵν' εὐωχῶνται καὶ εὐφραίνωνται ἅμα. 1.270 Ὡσαύτως ὁ τῶν καλῶν ἔργων ποιήτης ἄγει τοὺς φίλους ὑπὸ τὴν ἐφύτευσε συκῆν τὴν πρακτικὴν ἀρετήν, ἵνα ἅμα ῥᾳστωνεύσωσιν, εἰσελθόντες εἰς τὴν χαρὰν τοῦ ἑαυτῶν δεσπότου. 1.271 Zach. IV, 1®3: Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; καὶ εἶπα· Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λ̣ύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ 27 μία ἐξ εὐωνύμων. 1.272 Ὁ λαλῶν ἐν ἐμοὶ ἄγγελος ἐπέστρεψεν ἐξ ἑτέρας ἀποκαλύψεως εἰς ἄλλην θεωρίαν, ἥνπερ ἵνα θεάσωμαι ἐξήγειρέν με διαναστήσας με ὡς ἀπὸ ὕπνου καθεύδοντα ἄνθρωπον, καί φησιν πρὸς ἐμέ· Σὺ τί βλέπεις; Κἀγὼ πρὸς αὐτὸν εἶπον· Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι καὶ ἰσάριθμοι ἐπαρυστρίδες ἐποχετεύουσαι τοῖς λύχνοις ἔλαιον. Εἶδον δὲ καὶ ἐλαίας δύο ἐπάνω τῆς λυχνίας, ὧν ἣ μὲν ἐκ δεξιῶν, ἣ δὲ ἐξ εὐωνύμων τοῦ λαμπαδίου ὑπῆρχον. 1.273 Τί δὲ ἕκα̣στ̣ον τῶν φανέντων τῷ προφήτῃ αἰνίττεται καιρὸς ἰδεῖν. 1.274 Ἐξήγειρέν με, ὁ ἅγιος λέγει, ὁ ἐπιστρέψας πρός με ἄγγελος συνεχῶς καὶ ἐπαλλήλως λαλῶν ἐν ἐμοί, τάχα οὐχ ἕτερος τυγχάνων «τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου». Ἐξήγειρεν δέ με παραπλησίως ἀνθρώπῳ ἐξ ὕπνου διαγρηγοροῦντι εἰς νῆψιν ἐληλυθότι. Ἐπαινετὴ δὲ αὕτη ἡ διέγερσις, ὥστ' ἀνειπεῖν τὸν προσδοκήσαντα αὐτὴν μετὰ θάρσους· «Ἐξεγερθήσομαι ὄρθρου.» Τούτου πληρωθέντος δι' ἐκβάσεως τοῦ προαναφωνηθέντος, χαριστηρίως βοᾷ· «Ἐξηγέρθην ὅτι Κύριος ἀντιλήμψεταί μου.» 1.275 Ἀναφέρεται δὲ αὕτη ἡ φωνὴ ἐπὶ τὸν ἐκ νεκρῶν ἐξεγερθέντα Σωτῆρα, ὑπνώσαντα καθὸ ἄνθρωπος γέγονεν. Πῶς γὰρ οὐκ ἐξηγέρθη ἐξ ὕπνου ὅτε ἀνέστη ἐκ νεκρῶν μετὰ τὸ διατελέσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ὠφελήσας καὶ τὰς ἐν ᾅδῃ ψυχάς, εὐφράνας αὐτὰς καὶ ἐμπλήσας τῆς ἐνδεχομένης ἐκεῖ τρυφῆς. 1.276 Λέγει γοῦν· «Ἐμύθησα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα», παρασχὼν «οἶνον τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου καὶ ἄρτον τὸν στηρίζοντα τὸ ἡγεμονικὸν τοῦ τραφέντος». Καὶ ἐξηγέρθην καὶ εἶδον τὴν ὑπάρξασαν νηφάλιον μέθην ταῖς πιούσαις ψυχαῖς καὶ ὡς ἐνεπλήσθησαν τῆς σωτηριώδους τροφῆς. ∆ιὸ «ἡδὺς γέγονέν μοι ὁ ὕπνος», τοῦτ' ἔστιν «ὁ θάνατος οὗ ὑπὲρ πάντων ἐγευσάμην χάριτι» τοῦ εὐδοκήσαντος Θεοῦ. 1.277 Παραπλησίως τούτῳ τῷ «ἀνθρώπῳ τῷ ἐν πληγῇ ὄντι καὶ εἰδότι φέρειν μαλακίαν» ἐξεγερθεὶς ὁ θεῖος προφήτης ἀκούει πρὸς τοῦ ἐξυπνίσαντος αὐτὸν ἀγγέλου· «Σὺ τί βλέπεις;» πρὸς ὃν ὁ θεασάμενος τὸ εἰς ἀντίλημψιν ε᾿̣λ̣ηλυθὸς ὅραμα τοῖς πεφωτισμένοις ὀφθαλμοῖς τῆς καρδίας ἀπεκρίθη· «Ὁρῶ λυχνίαν χρυσῆν ὅλην.» ∆ιὰ τοῦ εἰπεῖν τὴν λυχνίαν χρυσῆν ὅλην εἶναι, δηλοῖ ὅτι ὅλη δι' ὅλων ἡ φωτῶν πεπληρωμένη λυχ̣ν̣ι´̣α νοερὰ καὶ ἀσώματός ἐστιν. 1.278 Εὑρίσκομεν οὐ πολλαχοῦ τῆς γραφῆς ὡς τὰ νοητὰ ὀνόματι τοῦ χρυσοῦ σημαίνεται· τάχα οὖν ἡ νοητὴ λυχνία ὁ πνευματικὸς οἶκος καὶ ναὸς τοῦ Θεοῦ τυγχάνει, ὡς ἐν Ἀποκαλύψει Ἰωάννου λέγεται, ὅτε φησὶν ὁ δεικνὺς τὴν ἀποκάλυψιν τῷ μυσταγωγουμένῳ· «Αἱ ἑπτὰ ἐκκλησίαι ἃς ὀφθαλμῷ ψυχῆς εἶδες ἑπτὰ λυχνίαι εἰσίν.» 1.279 Ἐπὶ τῆς ὅλης χρυσῆς λυχνίας λαμπάδιον ἐπάνω ἐστὶν ὁ φωτεινὸς περὶ τῆς Τριάδος λόγος. Ἀφ' οὗ λαμπαδίου ἧψαν τὰς ἑαυτῶν λαμπάδας αἱ δᾳδουχοῦσαι παρθένοι φρόνιμοι ἀπαντήσασαι τῷ θείῳ ἑαυτῶν νυμφίῳ· φωτίσασαι δὲ φῶς γνώσεως αὐταί, μετασχοῦσαι τοῦ Θεοῦ φωτὸς ὑπάρχοντος ἐν ᾧ οὐδ̣εμία κακίας καὶ ἀγνοίας ὑπάρχει σκοτία, μετασχοῦσαι δὲ καὶ τοῦ ἀληθινοῦ φωτός, μέτοχοί τε γενάμεναι ἁγίου
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.