Commentarii in Zacchariam · §u08-rem-early

Unit 8 rem early

Rem early: Unit 8; lemma and argument toward the thesis.

Greek

λέξει. 1.325 Τῶν νοητῶν ἡμερῶν πρὸς τοῦ ἡλίου τῆς δικαιοσύνης ἐχουσῶν μέγεθος καὶ πλῆθος, καὶ τ̣ο··τ·ον ἐκ τῆς διαφορᾶς τῶν φωτιζομένων καὶ οὐ τοῦ τ̣·····τος αὐτὰς θείου φωτός. Ὅταν γὰρ περὶ τοῦ δικαίου τ̣οῦ «κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου» ὁ Κύριος λέγῃ· «Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν», οὐ πολυχρονιότητα ἐπαγγέλλεσθαι τῷ δικαίῳ φαμὲν ποθοῦντι «ἀναλῦσαι ἵνα σὺν Χριστῷ γένηται», ὡς λέγειν αὐτόν· «Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.» 1.326 Ἀμέλει γοῦν καὶ ἡ ἱστορία μάχεται τῇ τοιαύτῃ νοήσει, οὐ πολυημέρων γινομένων ἐκ παντὸς τρόπου τῶν τιμώντων γονέας, εἰρημένου πρὸς ἕκαστον· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ πολυχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι.» Ἔστιν γὰρ εὑρεῖν τηροῦντας τὴν ἐντολὴν ταύτην ὠκυμόρους ἐν ὀλίγῳ χρόνῳ ἔξω τῆς ἐπικήρου ζωῆς γινομένους. 1.327 Ἐπεὶ οὖν ἐλέγχεται τὸ ῥητὸν οὐκ ἔχον ὡς οἱ πολλοὶ νομίζουσιν, τὸ ἐν Ψαλμοῖς λεγόμενον περὶ μακρότητος ἡμερῶν καὶ εἴ που ἀλλαχοῦ τῆς θεοπνεύστου γραφῆς οἷόν ἐστιν τό· «Ζωὴν ᾐτήσατο καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», καὶ τὸ ἐν Παροιμίαις· «∆ίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά.» 1.328 Ὅτι δὲ ὁ παρεκτείνων φωτισμὸς καὶ μακρότης ἡμερῶν ἐστιν ὁ ἱεροφάντης τῶν θείων νόμων Μωϋσῆς πρὸς τὸν φιλόθεόν φησιν· «Αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου· ἀγαπᾶν Κύριον τὸν Θεόν σου ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης καρδίας σου.» Ἐπεὶ γὰρ φωτεινή ἐστιν ἡ σύντονος πρὸς Θεὸν α᾿̣γ̣άπη, μακρὰς καὶ μεγάλας ἡμέρας παρασκευάζει, ὥστε μετέχοντα αὐτῆς πολυήμερον καὶ μακροήμερον τυγχάνειν. 1.329 Ταύταις ταῖς ἡμέραις συγκρινόμεναι αἱ εἰσαγω̣γ̣ι̣καὶ ἐκλάμψεις τυγχάνουσιν ἡμέραι μικραί· ἃς ὁ οὐκ̣ ε᾿̣ξ̣ουθενῶν ῥᾷστα πειραθήσεται τῶν μετὰ τὰς εἰσαγωγὰς λαμπρῶν προκοπῶν. Ἐν αἷς ὁ γενάμενος χαρήσεται «χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ», ὑπαρχούσῃ «καρπῷ τοῦ ἁγίου Πνεύματος». 1.330 Τί δὲ ἀκολουθεῖ τῷ οὕτω χαρέντι ἢ τὸ ὄψεσθαι τὸν κασσιτέρινον λίθον ἐν χειρί, τοῦτ' ἔστιν ἐν πράξει, τοῦ Ζοροβάβελ, τῷ ἐξ αὐτοῦ γενεαλογεῖσθαι τὸν ἐξ Ἀβραὰμ καὶ ∆αυὶδ καὶ τέλος ἐκ τῆς Μαρίας Ἰησοῦν, τὸν διὰ τὸ δι' ὅλων φωτεινὸν εἶναι καὶ διορατικοὺς ἀπεργαζόμενον τοὺς πλησιάζοντας αὐτῷ. 1.331 Εἶναι ἑπτὰ ὀφθαλμοὺς εἶπεν, ἐφορῶντας καὶ ἐπιβλέποντας πᾶσαν τὴν γῆν, τότε μάλιστα ὅτε ἔμαθον ποιεῖν δικαιοσύνην οἱ οἰκοῦντες ἐπὶ τῆς γῆς, πορευόμενοι ἄμωμοι καὶ ἐργαζόμενοι δικαιοσύνην. Ὅτι δ' οὗτοι ἐπιβλέπονται ὑπὸ Κυρίου, ἀπὸ τοῦ ψαλμῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» 1.332 Ἑπτὰ θείους ὀφθαλμοὺς ἔχει ὁ ὅλος ἐξ ὅλων διορατικὸς ὑπάρχων· ταύτῃ γοῦν καὶ τὰ πανάγια Χερουβεὶν οἷς ἐποχεῖται Θεός, κατὰ τὴν ὅρασιν τοῦ Ἰεζεκιήλ, δι' ὅλων εἰσὶν ὀμματώμενα, πλήρης εἶναι εἰρημένα ὀφθαλμῶν, ὡς καὶ τὰ νῶτα καὶ τὰ πρόσω αὐτῶν ἔχειν ὀφθαλμοὺς ἐποπτικοὺς τῶν ὑπερφυῶν καὶ μεγάλων θεαμάτων. Πληθυσμὸς δὲ γνώσεως ἑρμηνεύεται τὰ Χερουβείν· ἐξ οὗ παρίσταται ὅτι ὁρῶσιν ἃ 33 ἐπίστανται καὶ οἷς ἐπιβάλλουσι βλέπουσι. 1.333 Ὅρα εἰ τό· «Τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς;» οὐ τὸν σπάνιον θεατὴν δηλοῖ, ἀλλά τινα τὸν παρά τισιν καλούμενον ἰδίως ποιόν, παρ' ἄλλοις δ' ἄτομον, παραπλησίως τῷ ἀποστολικῷ ῥητῷ ἔχοντι οὕτως· «Πᾶς οἶκος κατασκευάζεται ὑπό τινος.» 1.334 Zach. IV, 11®14: Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· Τί αἱ δύο ἐλαῖαι αὗτ̣αι αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρ̣ω´̣τ̣ησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσάς; Καὶ εἶπεν πρός με· Οὐκ οἶδας τί ἐστιν ταῦτα; Καὶ εἶπα· Οὐχί, Κύριε. Καὶ εἶπεν· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς. 1.335 Ἐπηρωτήσαντος τοῦ ἀγγέλου τοῦ λαλοῦντος ἐν τῷ προφήτῃ· «Τί βλέπεις σύ;» ἀπεκρίθη καὶ εἶπεν πευστικῶς· «Τίνες αἱ δύο ἐλαῖαι αἱ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τῆς λυχνίας;» Ἀποκρίσεως αὐτῷ μὴ δοθείσης, ἐκ δευτέρου ἐπερωτᾷ περὶ δύο κλάδων τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς. Πρὸς ὃν ὁ ἄγγελος· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Οὐχί, Κύριε, εἰπόντος τοῦ προφήτου, ὁ ἄγγελος ἔφη· «Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς.» 1.336 Τῷ ἀρχὴν ἔχοντι μυσταγωγίας οὐ δυνατόν πω γνῶναι τίνες ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.