Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; reading with the letter.
Greek
τῆς λυχνίας ἐλαῖαι· διὸ ἐκ δευτέρου ἐπερωτᾷ περὶ κλάδων δύο τῶν ἐλαιῶν. Σεσαφήνισται ἐν τοῖς πρότερον λόγους εἶναι μελέτης θείας, ἐλαίας ὀνομαζομένους διὰ τὸ τὸν καρπὸν αὐτῶν αὔξειν καὶ τρέφειν τὸ φῶς. 1.337 Ἐπεὶ οὖν οὐ δυνατὸν τὸν «ἐκ μέρους γινώσκοντα καὶ προφητεύοντα» θεωρῆσαι ἐξ ὅλων τὰ στελέχη καὶ τὰ ἔρνη τῶν ἐκ̣κειμένων φυτῶν, ἐκ δευτέρου ἐπερώτησιν προσάγει περὶ δύο κλάδων ἐλαιῶν, τούτων γὰρ μόγις γνῶσιν ἔχει̣ν δυνατὸν τὸν «δι' ἐσόπτρου καὶ αἰνίγματος» ἐπιβάλλοντα τ̣ῇ ἀληθείᾳ, ἵν' ἐκ τῶν μερικῶν ὠφεληθεὶς δυνηθῇ π̣ο̣τε γνῶναι τίνες αἱ ἐλαῖαι τυγχάνουσιν. 1.338 Καὶ ἐπεὶ μία ἀποδόσεων κατά τινα τῶν ἐξηγησαμένων τὸ ῥητὸν ὃς τὰς δύο ἐλαίας εἰς τὸν περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λόγον ἐξέλαβεν, ὅρα εἰ οἱ κλάδοι τῶν ἐλαιῶν τούτων ἐκλαμβάνοιντο τὰ ἐφικτὰ τῷ ἐκ μέρους γινώσκοντι. Καὶ Χριστοῦ μὲν ἐλαίας ὄντος, κλάδος εἴη τὸ σάρκα γεγονέναι τὸν Λόγον· τοῦ δ' ἁγίου Πνεύματος, ἡ εἰσαγωγικὴ θεωρία αὐτοῦ, ὀνομαζομένη «ἀρραβὼν» αὐτοῦ. 1.339 Περὶ τούτων ἐκ δευτέρου ἐπερωτήσας, ὁ θεολημπτούμενος ἤκουσεν πρὸς τοῦ μυσταγωγοῦντος ἀγγέλου· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Τοῦ δὲ φήσαντος· «Οὐχί, Κύριε», «Οὗτοι, φησίν, εἰσὶν οἱ δύο υἱοὶ τῆς πιότητος· παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς». 1.340 Ὅνπερ γὰρ τρόπον ἐκ δεξιῶν τοῦ περὶ Πατρὸς λόγου, οὗτος δ' ἐστὶν τὸ λαμπάδιον τὸ ἐπάνω τῆς λυχνίας, ὡς ἡρμήνευται μικρῷ πρότερον, οὕτω τῆς περὶ Πατρὸς θεωρίας πιότητος προσαγορευομένης, υἱοὶ αὐτῆς τυγχάνουσιν ὁ περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λόγος, ὡς ἐνδέχεται γνῶναι τὸν ἔτι ἐν σώματι ὄντα. 1.341 Κατὰ ἀπόδοσιν ἄλλην, ἡ τῶν θεοπνεύστων γραφῶν μυστικὴ νόησις πιότης ἐστὶ τοῦ οἴκου τοῦ Θεοῦ κατὰ τὸ λεχθὲν ἐν πέμπτῳ καὶ τριακοστῷ Ψαλμῷ πρὸς τὸν Κύριον Θεόν· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου», δῆλον δ' ὅτι «οἱ ἐλπίζοντες ἐν ταῖς πτέρυξιν τοῦ Θεοῦ» ἀνθρώπων υἱοί, δύο υἱοὶ ὄντες τῷ τὸν μὲν ἐκ περιτομῆς γεγενῆσθαι, τὸν δὲ κατὰ τὸ Χριστοῦ εὐαγγέλιον. 1.342 Ἐπίστησον εἰ δύνασαι πιότητος υἱοὺς δύο ἐκλαβεῖν παρεστηκότας τῷ Κυρίῳ πάσης τῆς γῆς, τοὺς ὀφθέντας ἐν δόξῃ μετὰ Ἰησοῦ ἐν τῷ ὄρει Μωϋσέα καὶ Ἠλίαν, τὸν νομικὸν καὶ προφητικὸν δηλονότι λόγον. Ὥσπερ γὰρ ὁ πνευματικὸς νόμος υἱὸς τυγχάνει τῆς ἀποδοθείσης πιότητος, οὕτω καὶ ὁ ἀνηγμένος προφήτου λόγος. Ἀνέγνων ἐν ἀποκρύφῳ βιβλίῳ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν τοὺς δύο υἱοὺς τῆς πιότητος εἶναι, ὡς εἰκὸς διὰ τὸ προσόνασθαι παρὰ τοὺς ἄλλους ἀνθρώπους. «Ὁ μὲν γὰρ Ἐνὼχ 34 μετετε´̣θη τοῦ μὴ ἰδεῖν θάνατον», «ὁ δὲ Ἠλίας ἀνελήμφθη» πυρίνου ἅρματος καὶ ἵππου ἀναγαγόντων αὐτὸν «ὡς εἰς τὸν οὐρανόν». 1.343 Ταῦτα κατὰ δύναμιν τὴν ἡμετέραν, βραχεῖαν οὖσαν, θεωρήσαντες, ἐκθώμεθα τὰ ἑξῆς τοῦ προφήτου, νοῆσαι καὶ αὐτὰ ποθοῦντες, ἐὰν ἄρα «δώῃ λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν» ὁ φωτίζων δι' ἀποκαλύψεων τὸν προφήτην. 1.344 Zach. V, 1®4: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου· καὶ εἶδον, καὶ ἰδοὺ δρέπανον πετόμενον. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπα· Ἐγὼ ὁρῶ δρέπανον πετόμενον, μῆκος πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Καὶ εἶπεν πρός με· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται. Καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. 1.345 Ἐπιστρέψας ἀπὸ τῆς φθασάσης ὀπτασίας, ἦρα τοὺς ὀφθαλμούς μου τοὺς τῆς διανοίας. Καὶ ὁρῶ δρέπανον πετάμενον, μῆκος ἔχον πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Ὅπερ δρέπανον, ὁ δεικνὺς τὴν περὶ αὐτοῦ θέαν φησίν· Αὕτη ἐστὶν ἡ ἀρά, τοῦτ' ἔστιν ἡ κόλασις, ἡ ἐπὶ πᾶσαν τὴν γῆν ἐπαγομένη, ἐπὶ τῷ κόψαι καὶ συντελέσαι τὸν κλέπτην καὶ ἐπίορκον. Καὶ ὅρα γε τὸ μέγεθος τῆς δι' ἀποκαλύψεως γινομένης παιδεύσεως, φανερούσης ἐκ τῶν φανερῶν τὰ μὴ φαινόμενα, ἐκ τῶν αἰσθητῶν τὰ ν̣οούμενα. 1.346 Ἐπὶ γὰρ ψήφου τοῦ δικαίου κριτοῦ ἐξετάζοντος τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ἀποδιδόντος τε ἑκάστῳ κατὰ τὴν πρᾶξιν καὶ τὰ ἔργα αὐτοῦ, τὰς ἐπιφερομένας κατὰ τῶν ἀδίκ̣ων καὶ ἀσεβῶν ἀνθρώπων τιμωρίας, ὅπου μὲν μάχαιραν καὶ βέλη, ὅπου δὲ ἀξίνην καὶ δρέπανον ὀνομάζει. 1.347 Ὅταν γὰρ «οἱ πονηροὶ καὶ γόητες ἄνθρωποι» καὶ σὺν τούτοις οἱ ἀλιτήριοι δαίμονες πολέμιοι καὶ στασιώδεις δι' ἣν ἔχουσιν ὠμότητα τυγχάνωσιν, τὰ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.