Commentarii in Zacchariam · §u09-open

Commentarii in Zacchariam Unit 9 opening

Unit 9.

Lemma-led open — τοῖς Ἀμορραίοις καὶ τοῖς λοιποῖς ἔθνεσιν

Greek

διφθέρα ἡ ἀρὰ εἴρηται, καλύπτουσα δηλονότι τοὺς ἁλόντας αὐτῇ κλέπτην καὶ ἐπίορκον. Πέταται δὲ τὸ δρέπα̣νον τοῦτο τάχιστα ἐπὶ πᾶσαν τὴν γῆν ἐρχόμενον. Καὶ κ̣ατὰ δεύτερον λόγον πέταται ὅτι οὐ μόνον τῶν ἐπὶ γῆσ ἁμαρτανόντων, ἀλλὰ καὶ τῶν ἐν ἀέρι ἅπτεται καὶ τῶν ἁπανταχοῦ ἀσεβούντων κολαζομένων. 1.360 Τάχ̣···· ἐν μέσῳ τοῦ οἴκου, τοῦτ' ἔστι τῷ ἡγεμονικῷ, καταλύει τὸ δ̣ρέπανον, παραπλησίως τῇ μαχαίρᾳ τῇ σχιζούσῃ μέσον τὸν κατὰ Σωσάννης μοιχικῶς ἐπιμανέντα κριτὴν τοῦ Ἰσραήλ. Καὶ ἐν τούτῳ γὰρ τῷ ῥητῷ τὸ σχισθῆναι μέσον τὸν ἐπὶ μοιχείᾳ κατακριθέντα, τὸ διῃρῆσθαι τὸ ἡγεμονικὸν αὐτοῦ σημαίνει. 1.361 Zach. V, 5®8: Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστιν; Καὶ εἶπεν· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. Καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς. 1.362 Ὁ λαλῶν συνηθῶς ἄγγελος ἐν τῷ προφήτῃ 36 ἐξῆλθεν, ἔνδον οὐ μένων, ἵνα δείξῃ τὴν ἀνομίαν καὶ τὸ μέτρον καὶ τὸ τάλαντον τοῦ ἐξαιρομένου μολίβου. Τί δὲ τούτων ἕκαστον σημαίνει, καλὸν ἐπιστήσαντα θεωρῆσαι. 1.363 Ἔστι τοίνυν τὸ δεικνύμενον ἐκπορευόμενον μέτρον, τὸ πλήρωμα πάσης κακίας καὶ ἀσεβείας· ὅπερ οὔπω ὑπάρχον «τοῖς Ἀμορραίοις καὶ τοῖς λοιποῖς ἔθνεσιν», οὐκ ἐκόλαζεν τὰ ὠνομασμένα ἔθνη, τότε τιμωρίαν ὑφιστάμενα ὅταν ἀναπληρωθῶσιν αὐτῶν αἱ ἁμαρτίαι, οὐδενὸς εἴδους ἀδικήματος ἀπόντος, κατὰ τὸ λεχθὲν περί τινων· «Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαο`̣ς πλήρης ἁμαρτιῶν.» 1.364 Τῷ αὐτῷ τρόπῳ καὶ περὶ τῶν πλησθέντων κατὰ Σωσάννης τῆς σωφρονεστάτης ἔρωτι μο̣ιχικῷ εἴρηται· «Ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις ἀνόμου ἐννο̣ίας.» Καὶ περὶ τοῦ Ἐλύμα δὲ τοῦ μάγου εὐθυβόλως ὁ Ἀπόστολοςεἶπεν, πληκτικώτατα προφέρων τοὺς ἐλεγμοὺς αὐτῷ· «Ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύῃ διασ̣τ̣ρ̣ε´̣φων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;» 1.365 Κατασκευάζεται δὲ ἡ θεωρία αὕτη μάλιστα ἐξ ὧν εἶπεν ὁ Σωτὴρ τοῖς εἰποῦσιν Ἰουδαίοις· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ὅτι υἱοί ἐστε τῶν ἀποκτεινάντων τοὺς προφήτας· πληρώσατε οὖν καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν.» 1.366 Εἰ γὰρ καὶ μυρία κατὰ τῶν προφητῶν φονικῶς ἐπλημμέλησαν, ἀλλ' οὖν ἔλιπεν πρὸς ἀναπλήρωσιν τοῦ μέτρου τῶν ἀσεβημάτων ἡ κατὰ τοῦ ταῦτα λέγοντος Ἰησοῦ τόλμα καθ' ἣν σταυρῷ αὐτὸν περιβεβλήκασιν· τότε γὰρ τότε τὸ μέτρον τῆς δυσσεβείας αὐτῶν πεπλήρωται, ὅτε σὺν τοῖς προφητεύσασιν τὸν προφητευθέντα κατέκριναν θανάτῳ. 1.367 Ὥσπερ οὖν ἐστιν μέτρον ἁμαρτημάτων τοῖς κολαστέοις, οὕτω καὶ μέτρον ἀγαθῶν ἔργων καὶ φρονημάτων τοῖς τὸν σπουδαῖον καὶ κατ' εὐσέβειαν πεποιωμένον βίον ἑλομένοις. Πληροῦται δὲ καὶ τὸ μέτρον τοῦτο ὅταν μηδεμία δικαία γνώμη καὶ ὁσιότης ἀπῇ. 1.368 Πρὸς τὰ δύο τάγματα ταῦτα, τό τε ἀγαθὸν καὶ πονηρόν, ὁ Σωτὴρ εἶπεν· «Ὧι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Τοῖς γὰρ τὸ ἐπαινετὸν πληρώσασιν μέτρον ἐπιμετροῦνται ἐπαγγελίαι ἃς ἄνθρωπος «οὐκ εἶδεν οὐδὲ ἤκουσεν οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβησαν, ἑτοιμασθεῖσαι ὑπὸ τοῦ Θεοῦ τοῖς ἀγαπῶσιν αὐτόν.» Τοῖς δὲ τὸ ψεκτὸν καὶ ἐπάρατον χειρίσ̣των ἔργων λόγων τε καὶ νοημάτων ἀντιμετρεῖται ἡ κόλασις κατ' ἀξίαν ἐπιφερομένη, ὡς τὸν μὲν ἐξελθεῖν «εἰς τὸ σκότος τὸ ἐξώτερον», τὸν δ' ἀπιέναι «εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». 1.369 Ἐπίστησον εἰ κατ' α᾿̣μφοτέρων τῶν μέτρων ἢ μόνου τοῦ τῶν δικαίων ἔργων εἶπεν ὁ Σωτήρ·

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.