Unit 8 rem close
Rem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek
ἐπαγόμενα κατ' ἀξίαν τοῖς τοιούτοις ξίφη καὶ ἀκόντια προσαγορεύονται, ἐπιφερόμενα πρὸς τοῦ λέγοντος Κυρίου ἐν ᾠδῇ μεγάλῃ τοῦ ∆ευτερονομίου· «Μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται ἀφ' αἵματος τραυματιῶν», καὶ ἔτι· «Ἐπάξω τὴν μάχαιράν μου ἐπ' αὐτούς, καὶ τὰ βέλη μου συντελέσει αὐτούς.» 1.348 Καὶ ἐπεὶ μὴ μόνων τῶν ἐπὶ γῆς ἁμαρτανόντων, ἀλλὰ καὶ τῶν εἰς πονηρίαν πεσόντων ἀγγέλων ἅπτεται ἡ κόλασις –γέγραπται γάρ· «Ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον–ἐν Ἠσαίᾳ λέγεται ἐκ προσώπου τοῦ Θεοῦ· «Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ.» 1.349 Μάλιστα δὲ γνωρίζεται ἡ ἐπαγομένη κατὰ τῶν ἀσεβῶν ἐπίπονος κρίσις, ἐν τῷ φερομένῳ ἐν Ἀμώς, τῷ δευτέρῳ τῶν ∆ώδεκα Προφητῶν, οὕτως ἔχοντι· «Ἐν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Οὐ γὰρ περὶ αἰσθητοῦ ὀργάνου πολεμίων ἡ προφητικὴ λέξις, τῷ μηδεπώποτε πάντας τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ξίφει ὁρατῷ ἀνῃρῆσθαι. 1.350 Ἰσοδυναμούντως καὶ ἐν ἑβδόμῳ Ψαλμῷ ἀπειλεῖ ὁ μελῳδὸς φάσκων πρὸς τοὺς καλουμένους εἰς μετάνοιαν· «Ἐὰν μὴ ἀποστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινεν, αὐτὸ καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.» Πρός γε νοῦν τῶν σκευῶν τοῦ θανάτου ἐν Ἰερεμίᾳ λε´̣γεται· «Ἕως πότε κόψεις ἡ μάχαιρα τοῦ Κυρίου, ἕως πότε οὐχ ἡσυχάσεις; ἐπιστράφητι εἰς τὸν κολεόν σου.» 1.351 Ἀρκούντως ἐκτεθέντων τῶν πολεμικῶν ὀργάνων πληττόντων καὶ βλαπτόντων τοὺς ὠμοθύμους καὶ στασιώδεις ἀνθρώπους τε καὶ δαίμονας, ἴδωμεν καὶ τὰ μετ' αἰνιγμοῦ ἀπαγγελλόμενα περὶ τῶν καρπὸν καλὸν μὴ φερόντων δένδρων, σκευῶν ὀργῆς ἢ 35 τῶν κολάσεων αὐτῶν. «Ποιήσατε γὰρ καρποὺς ἀξίους τῆς μετανοίας»· καὶ μεθ' ἕτερα· «Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» 1.352 Κατὰ τῶν οὕτως ἑρμηνευομένων φυτῶν, ἡ ἀρὰ δρεπάνου δίκην ἐπάγεται ἐπὶ τῷ ἐκκοπῆναι ἐκείνους περὶ ὧν εἴρηται καρπὸν ὀλέθριον καὶ ἐπιβλαβῆ φερόντων· «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρων· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.» 1.353 Φαυλῆς δὲ προαιρέσεως, δίκην βλαβερᾶς ἀμπέλου, δηλητηρίους καρποὺς ἀγαγούσης, ἔδει ὀξεῖ δρεπάνῳ ἐκκοπῆναι, καὶ τὴν σταφυλὴν καὶ τὸν βότρυν περιαιρεθῆναι. Τούτων ὁλοσχερέστερον φανέντων, ὅρα καὶ τὰ καθ' ἕκαστον ὡς οἷόν τε σαφηνίσαι. 1.354 Ἐπιστρέψας ὁ προφήτης ἐξ ὧν εἶδεν ἤδη καὶ ἐδίδαξεν, ἐπάρας τοὺς φωτεινοὺς τῆς καρδίας ὀφθαλμοὺς αὐτοῦ, ὁρᾷ πετάμενον δρέπανον, οὐκ αἰσθητόν, ἀλλὰ νοούμενον δηλονότι, ἔχον μ̣ῆκος πήχεων εἴκοσι καὶ πήχεων δέκα τὸ πλάτος, ἐκκόπτον «πᾶσαν φυτείαν ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατήρ». Καὶ πάντα ἐκτεμνόμενα ἀκάθαρτα τυγχάνει. 1.355 Εἰκοσαπήχει τὸ μη῀̣κος δρεπάνῳ ἡ ἐκτομὴ γίνεται· οὐ καθαρὸς γὰρ ὁ εἴκοσι ἀρ̣ιθμός, δυὰς ὢν ἐν δεκάσιν. Ἀλλ' ἐπεὶ μὴ μένει ἀεὶ μόνον τὸ μῆκος, πλάτος προσλαμβάνει πήχεων δέκα. Ἔοικεν δὲ ὁ ἀριθμὸς οὗτος μονάδι. ∆είκνυται δὲ διὰ τῶν ἐκκειμένων μέτρων ὅτι τέλος αἴσιον καὶ ἐπωφελὲς ἐπιγίνεται τοῖς διὰ τοῦ δρεπάνου κεκαθαρμένοις. 1.356 Ἀρὰ δὲ καλεῖται τὸ δρέπανον διὰ τὸ πόνους καὶ κακώσεις ἐμποιεῖν τοῖς καθαιρομένοις, ἐκδίκησιν ἐπάγον κατὰ παντὸς κλέπτου καὶ ὀμνύντος τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει. Ἵν' οὖν μή τις ταῦτα παθῇ, τηρείτω τὰς οὕτω ἐχούσας ἐντολάς, ἐν μὲν τῇ μωσαϊκῇ διδασκαλίᾳ· «Οὐ μοιχεύσεις, οὐ κλέψεις», ἐν δὲ τῇ ἀποστολικῇ· «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν.» 1.357 Ὅνπερ δὲ τρόπον παραιτητέα ἡ κλοπὴ διὰ τὴν ἀρὰν καλουμένην δρέπανον, οὕτω φευκτέα ἔστω ἡ ἐπιορκία, «οὐ λαμβανομένου τοῦ ὀνόματος Κυρίου ἐπὶ ματαίῳ». Μετ' ὀλίγα γοῦν τῆς προφητείας ἀπαγορεύεται ἡ ἐπιορκία οὕτως· Καὶ τοὺς λαμβάνοντας τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει «καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε». 1.358 Περὶ τῆς τοιαύτης ἀρᾶς ὁ Κύριος λέγει οὔσης δρεπάνου· «Ἐξοίσω αὐτὸ» ψήφῳ κρίσεως, «καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ ἐπιόρκου καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα καὶ τοὺς λίθους αὐτοῦ.» Ὥσπερ δὲ ὁ συντελούμενος οἶκος οὐκ αἰσθητόν ἐστιν οἰκοδόμημα, οὕτως οὐχ ὁρατὰ τὰ συμπληροῦντα καὶ ἀπαρτίζοντα αὐτὸν ξύλα καὶ λίθοι. 1.359 Παρὰ τοῖς λοιποῖς τῶν ἑρμηνευσάντων τὴν ἑβραϊκὴν γραφήν,
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.