Commentarii in Zacchariam · §u10-open

Commentarii in Zacchariam Unit 10 opening

Unit 10.

Lemma-led open — χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον

Greek

ὀπτασίᾳ ἑπόμενοι τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρὸν ἀνδρί· διό, ἐκείνοις ἀρκούμενοι, τὰ περὶ τῶν εἰρημένων νῦν οὐ φερόμενα ἐν τῇ πρώτῃ θεωρίᾳ θεωρητέον. 1.407 ∆ύο χαλκᾶ ὄρη εἴρηται ἀφ' ὧν ἐκ τοῦ μέσου τὰ ἅρματα ἐξεπορεύθη. Καὶ ὅρα εἰ διὰ τοῦ χαλκοῦ δηλοῦται ἡ περίτρανος φράσις πολὺ τὸ ἐξηχεῖν ἔχουσα. Ταύτη δὲ χρῶνται οἱ σοφιστικοὶ κα̣ι`̣ αἱρετικοὶ διδάσκαλοι, γινόμενοι «χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον», διὰ τὸ στέρεσθαι τῆς θείας ἀγάπης τῆς πρὸς τὸν 1.398 ἡ ἀνομία, φησὶν τῷ ἐν αὐτῷ λαλοῦντι ἀγγέλῳ· «Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;» 1.399 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος λέγει· «Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.» 1.400 Ποῖος γὰρ ἄλλος ἥρμοζεν τόπος τῷ ἔχοντι τὴν ἀνομίαν μέτρῳ, ἢ ἡ σύγχυσις, ἵν' ἕτοιμον εὑρίσκηται τοῖς ἐφιεμένοις αὐτοῦ; ∆ιὸ ἐκκλιτέον καὶ ἐκφευκτέον τὴν Βαβυλῶνα διὰ τὸ ἐκεῖ τεθεῖσθαι τὸ μέτρον πρὸς τὸ ἕτοιμον εὑρίσκεσθαι τοῖς ἐθέλουσιν. Κηρυκάδην οὖν ὁ θεῖος λόγος βοᾷ πρὸς τ̣ο`̣ν εἶναι σπουδαῖον θέλοντα· «Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἐκ γῆς Χαλδαίων.» 1.401 Ἐπιστήσαντες τῇ ὀπτασίᾳ τοῦ προφήτου τοῖόν τε, μισήσωμεν πτέρυγας ἔχειν ἔποπος, πτερωθ̣έντες κατὰ τὸ ἅγιον Πνεῦμα· οὕτω γὰρ ῥᾷστα εἰς τὰ ὑπερουράν̣ια διαβῆναι δυνατόν. 1.402 Zach. VI, 1®8: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ τέσσερα ἅρμ̣ατα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; Κ̣αὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν· Ταῦτά εἰσιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς· 1.403 ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι τὴν γῆν. Καὶ περιώδευσαν τὴν γῆν. Καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων· Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βορρᾶ ἔπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ. 1.404 Ἐπιστρέψας ὁ προφήτης εἰς τὸ καὶ ἑτέραν ἀποκάλυψιν δέξασθαι, εἶδεν τέσσαρα ἅρματα ἐκ μέσου δύο ὀρέων χαλκῶν. Τὸ πρῶτον ἅρμα ὑπεζευγμένους εἶχεν πυρροὺς ἵππους, τὸ δεύτερον μέλανας, τὸ τρίτον λευκούς, τὸ τέταρτον ποικίλους ψαρούς. 1.405 Θεασάμενος τὰ τέσσαρα ἅρματα, μαθεῖν τὰ περὶ αὐτῶν βουλόμενος, πυνθάνεται τοῦ ἐν αὐτῷ λαλοῦντος ἀγγέλου τίνα ἐστὶ τὰ ὀφθέντα. Ὃ δὲ ἀποκρίνεται λέγων εἶναι αὐτὰ τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, τὰ κλίματα δηλονότι τῆς οἰκουμένης τὰ τέσσερα. Ὤφθησαν δὲ οἱ μέλανες ἐκπορευόμενοι ἀπὸ γῆς βορρᾶ, τῶν λευκῶν ἐκπορευομένων ὄπισθεν αὐτῶν· ἤρχοντο δὲ ἐκ τοῦ νότου οἱ ψαροὶ καὶ ποικίλοι. 1.406 Ἐλέχθη περὶ πάντων τῶν ἵππων ὡς δυνατὸν ἐμοὶ ὅτε ὤφθησαν ἐν τῇ πρώτῃ 41 ὀπτασίᾳ ἑπόμενοι τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρὸν ἀνδρί· διό, ἐκείνοις ἀρκούμενοι, τὰ περὶ τῶν εἰρημένων νῦν οὐ φερόμενα ἐν τῇ πρώτῃ θεωρίᾳ θεωρητέον. 1.407 ∆ύο χαλκᾶ ὄρη εἴρηται ἀφ' ὧν ἐκ τοῦ μέσου τὰ ἅρματα ἐξεπορεύθη. Καὶ ὅρα εἰ διὰ τοῦ χαλκοῦ δηλοῦται ἡ περίτρανος φράσις πολὺ τὸ ἐξηχεῖν ἔχουσα. Ταύτη δὲ χρῶνται οἱ σοφιστικοὶ κα̣ι`̣ αἱρετικοὶ διδάσκαλοι, γινόμενοι «χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον», διὰ τὸ στέρεσθαι τῆς θείας ἀγάπης τῆς πρὸς τὸν Θεόν. Ὅπερ ὑπειδόμενος ὁ θεσπέσιος Ἀπόστολος γράφει·»Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.» 1.408 ∆ηλοῖ δὲ ἡ ὕλη αὕτη καὶ τὴν ἀναίδειαν, ὡς καὶ τὸ ἀνυπότακτον καὶ ἀκαμπὲς ὁ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.