Commentarii in Zacchariam · §u11-open

Commentarii in Zacchariam Unit 11 opening

Unit 11.

Lemma-led open — δικαιοσύνη

Greek

ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἐπεὶ ταὐτόν ἐστιν τλητικῶς πειρασμὸν ὑπομεῖναι τῷ τ̣ο`̣ν̣ κ̣αλὸν ἀγῶνα ἀγωνίσασθαι, τελέσαι τε τὸν δ̣ρ̣ο´̣μον καὶ τηρῆσαι τὴν π̣ίστιν, εἰκὸς ὡς ὁ τῆς δικαιο̣σ̣ύνης στέφανος τῷ τῆς ζωῆς ὁ αὐτὸς ὑπάρχει. 2.27 Οἱ γενάμενοι πολλοὶ στέφανοι ἐκ τῶν νοητῶν χρυσ̣ο̣ῦ καὶ ἀργύρου ἐπιτίθενται τῇ Ἰησοῦ κεφαλῇ, τοῦ τῆς δικαιοσύνης, – τὸ γὰρ Ἰωσεδὲκ εἰς τὸ «δικαιοσύνη» μεταλαμβάνεται ἐκ τῆς ἑβραϊκῆς εἰς τὴν ἑλλάδα φωνήν. Καὶ ὅρα γε πῶς μία κεφαλὴ ἡ τοῦ Ἰησοῦ πολλοὺς στεφάνους δέχεται. Ἐπειράσθη γὰρ «κατὰ πάντα χωρὶς ἁμαρτίας», διαθλήσας τοὺς ἀγῶνας. 2.28 Ἐπίστησον κατὰ θεωρίαν̣ ἄλλην πῶς ἡ κεφαλὴ Ἰησοῦ τοῦ μεγάλου ἱερέως δέχεται τ̣οὺς πάντων στεφάνους. Πάντες οἱ πιστεύοντες σῶμα τοῦ Χριστου῀̣ κ̣αι`̣ μ̣έλη τυγχάνουσιν· εἴρηται γὰρ πρὸς τοὺς συμπληροῦντας τὸ ἄθροισμα τῆς Ἐκκλησίας· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους.» Τούτων τῶν μελῶν τοῦ σώματος οἱ 45 μὲν πρακτικοὶ χεῖρες τυγχάνουσιν, πόδες «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί», ὀφθαλμοὶ οἱ κατὰ τὸν νοῦν διορατικοί, κεφαλὴ οἱ νομίμως ἐπιστατοῦντες ἄρχοντες ὡς δεῖ. 2.29 Οἱ ὄντες οὕτω κεφαλὴ καὶ ὀξυωποῦσιν καὶ ἀκούουσι τῶν παραβολῶν Ἰησοῦ, καὶ ἐπεὶ πολλοί εἰσιν οἱ οὕτως ἀλληγορικῶς κεφαλὴ καλούμενοι, δι' ὃν ἔχουσιν πρακτικὸν καὶ θεωρητικὸν βίον, ἀκολούθως τοὺς πάντας στεφάνους δέχεται ἡ τοῦ μεγάλου ἱερέως κεφαλή. Μέγας δὲ ἱερεὺς καὶ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ γράφεται οὕτως· «Ἔχοντες οὖν ἱερέα μέγαν Ἰησοῦν τὸν διεληλυθότα τοὺς οὐρανούς, κρατῶμεν τῆς ὁμολογίας.» 2.30 Καὶ παράδοξον οὐδὲν ἑνὸς ἀνδρὸς κεφαλὴν δέχεσθαι τοὺς ὅλους στεφάνους. Εἰ γὰρ ἑκάστης ἀρετῆς, μᾶλλον δὲ ἑκάστη ἀρετὴ στέφανός ἐστιν, ὁ τέλειος δὲ πάσας ἔχει τὰς βελτίστας ἕξεις, ἀντακολουθουσῶν τῶν ἀρετῶν ἑαυταῖς, ὁ πάσας ἔχων πολλοὺς ἀναδεῖται στεφάνους, προηγουμένως μὲν ὁ ἀναλημφθεὶς ὑπὸ τοῦ Θεοῦ Λόγου ἄνθρωπος, ἔπειτα οἱ μιμηταὶ αὐτοῦ καὶ αὐτοὶ προσαγορευόμενοι χριστοὶ διὰ τὸ μέτοχοι εἶναι περὶ οὗ εἴρηται· «Χριστὸς Θεοῦ σοφία καὶ δύναμ̣ις̣.» 2.31 Zach. VI, 12®15: Καὶ ἐρεῖς πρὸς αὐτόν· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου· καὶ αὐτὸς λήμψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. 2.32 Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. Καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου. Καὶ ἐπιγνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. 2.33 «Ἐρεῖς», φησίν, «πρὸς αὐτόν», δηλονότι τὸν υἱὸν Σοφονίου· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ». Λέγεται δὲ ταῦτα περὶ τοῦ ἐπιδημήσαντος Σωτῆρος ἡμῶν, ἀνδρὸς μὲν ὄντος κατὰ τὸν τεχθέντα ἐκ Μαρίας, ναὸν τοῦ Θεοῦ Λόγου, ὄντος δὲ φωτὸς ἀληθινοῦ καὶ δικαιοσύνης ἡλίου. 2.34 Συνᾴδει τῷ προκειμένῳ τὸ εἰρημένον ἐν τῷ προφήτῃ Ἰερεμίᾳ ἔχον οὕτως· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύων βασιλεύσει καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.» 2.35 Ὁ γὰρ ἀνιστάμενος ἐκ τοῦ ∆αυὶδ ἀνατολὴ δικαία ὁ δεικνύμενός ἐστιν πρὸς τοῦ ἱεροφάντου ἐν τῷ· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» Τοῦτον αὐτὸν τὸν ἄνδρα ἀνατολὴν προσαγορευόμενον διὰ τὸ δικαιοσύνης ἥλιον

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.