Commentarii in Zacchariam · §u14-rem-early

Unit 14 rem early

Rem early: Unit 14; lemma and argument toward the thesis.

Greek

προτροπήν, μηδὲ προσευχὴν πρὸς Θεὸν ἀναπεμπομένην. 2.176 Προσήκαντο δὲ τὸ δόγμα τοῦτο οἱ δυσσεβέστατοι, ἥκιστα ἐπιστήσαντες τῇ καινῇ καὶ παλαιᾷ διαθήκῃ. Ἐν μὲν γὰρ τοῖς Εὐαγγελίοις, ὡς πρὸς ἐλευθέραν καὶ αὐτόνομον ἔχοντας προαίρεσιν τοὺς ἀνθρώπους φησίν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Καὶ πάλιν· «∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ ἐγὼ ἀναπαύσω ὑμᾶς· καὶ ἄρατε τὸν ζυγὸν καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι.» 2.177 Πρὸς αὐτεξουσίους γὰρ τὸ «δεῦτε» καὶ τὸ «ἄρατε» καὶ «μάθετε». Αὐτίκα γοῦν τὴν ἀρχὴν τῆς διδασκαλίας ἑαυτοῦ οὕτω ποιεῖται, φάσκων τοῖς γνωρίμοις· «Μετανοεῖτε, ἤγγισεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Μετάγνωσις γὰρ γίνεται τῶν προπεπραγμένων οὐ προσηκόντως περὶ προαίρεσιν ἐλευθέραν ἔχοντας, ἀλλ' οὐ φύσιν ἀμέτοχον ἀρετῆς ἢ κακίας. Οὐδὲ γὰρ ὁ φαῦλος σπουδαῖος ἔσται, οὐδὲ ὁ ἀγαθὸς κακὸς, κατὰ τὸν ἀσεβῆ λόγον τῶν τὰς φύσεις εἰσηγουμένων. 2.178 Ἐκθεμένους ἐκ τῆς καινῆς διαθήκης τὰς περὶ τοῦ αὐτεξούσιον εἶναι τὸν ἄνθρωπον μαρτυρίας, ὥρα καὶ τὰς ἀπὸ τῆς παλαιᾶς παραγαγεῖν. 2.179 Καὶ πρῶτόν γε τὰς μωϋσαϊκὰς ῥητέον, εἶτα τὰς τῶν προφητῶν. 2.180 Πρῶτον τῶν δέκα λογίων ὑπὸ Θεοῦ λεχθέντων διὰ Μωϋσέως ἐστίν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ»· καὶ ἑξῆς· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Καὶ μετ' ὀλίγα· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται.» Καὶ ἑξῆς· «Οὐ φονεύσεις, οὐ μοιχεύσε̣ις, οὐ κλέψεις.» Ἀφ' ὧν ὠφεληθεὶς Παῦλος ὁ ἀπόστολος, 59 νομομαθὴς ὢν εἰ καί τις ἄλλος, γράφει· «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθόν.» Ὡς πρὸς αὐτεξουσίους δὲ καὶ τόδε γράφει· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ.» 2.181 Ἀκόλουθον εἰπεῖν καὶ ἐκ τῶν προφητῶν κηρυττόμενα̣ πρὸς αὐτεξουσίους. 2.182 Ἠσαΐας φησὶν πρὸς τοὺς ἐνεχομένους ἁμαρτίαις καὶ διὰ τοῦτο ἀγνοοῦντας τὴν τῶν ἐπαινετῶν ἐνέργειαν· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Ἐλευθέραν γὰρ καὶ ἀδέσποτον προαίρεσιν ἐχόντων τὸ παύσασθαι ἀφ' ὧν ἔδρασαν κακῶς καὶ μαθεῖν ποιεῖν τὸ καλόν. Πρὸς τοὺς τοιούτους διὰ τοῦ Ἠσαΐου ὁ Κύριος λέγει· «Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου», –ὁρῶ γὰρ τὸ κρυπτὸν ὑμῶν. ∆ιὸ μὴ λόγῳ ἢ τῷ δοκεῖν ἀλλὰ κατὰ ἀλήθειαν ἡ τῶν πονηριῶν ἀφαίρεσις ἀπὸ τοῦ κρυπτοῦ τῶν ψυχῶν σπουδαζέσθω. 2.183 Σύμφωνα καὶ ὁ Ἰερεμίας πρὸς τὴν σπεύδουσαν ψυχὴν ἐπὶ πονηρίαν τρέχειν, καὶ ὀρεγομένην τῶν χειρίστων πομάτων, προστάττει λέγων· «Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. Ἡ δὲ εἶπεν· Ἀνδριοῦμαι, ὅτι ἠγάπησεν ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.» 2.184 Τραχεῖα δὲ ὁδός ἐστιν ἡ ἀπαγορευομένη ἢ ἀκανθῶν πεπληρωμένη· αἰσχραὶ δ' ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ καὶ «αἱ βιωτικαὶ μέριμναί» εἰσιν αἱ ἀκάνθαι, αἵτινες φύονται μάλιστα ἐν ταῖς ἀτραποῖς τῶν μὴ ἐργαζομένων τὴν ἀρετήν, κατὰ τὸ παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ ὁδοὶ τῶν ἀνδρείων τετριμμέναι.» Συνεχῶς γὰρ καὶ ἀδιαστάτως βαδίζοντες, οἱ καρτερίαν καὶ ἀνδρείαν ἔχοντες τρίβουσιν οὓς διοδεύουσι τόπους, ὡς διὰ τὴν συνεχῆ τριβὴν μὴ ἀκάνθας, μὴ τριβόλους φύεσθαι. 2.185 Μυρίων ὄντων ἐν πᾶσι τοῖς προφήταις τῶν ἀναιρούντων τὴν μυθικὴν ἀσέβειαν τῶν τὰς φύσεις ἀναπλασαμένων, καὶ βεβαιούντων τὸ αὐτεξούσιον τῶν λογικῶν οὐσιῶν, ἀρκεστέον τοῖς ἐκτεθεῖσιν, ἵνα μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῇ ὁ λόγος ὢν ὑπομνηματικός. 2.186 Τούτων προανυσθέντων, ἐπιστατέον τῷ προκειμένῳ λέγοντι περὶ «τῶν νῶτον δεδωκότων παραφρονοῦντα καὶ βαρυνάντων τὰ ὦτα τοῦ μὴ εἰσακούειν». Τάξαντες γάρ, φησίν, τὴν καρδίαν αὐτῶν ἀπειθῆ τῷ μὴ ἐπακούειν τοῦ νόμου, ὑπέπεσαν τοῖς καθειλιγμένοις ἁμαρτήμασιν. Οὐ γὰρ ἄφνω καὶ ὡς ἔτυχεν μὴ βουλομένοις συνίσταται τὰ ἀπηγορευμένα, ἀλλὰ πρὸ αὐτῶν διαθέσεως χειρίστης ὑπαρξάσης, καθ' ἣν τάττουσιν τὴν καρδίαν ἑαυτῶν ἀπειθῆ· προαιρέσει γὰρ τῇ ἑαυτῶν τοῦτ' ἔπραξαν, οὐχ εἱμαρμένης οὐδ' ἄλλης τινὸς ἀνάγκης τοῦτ' ἐπαγαγούσης, ὡς αὐτό που δηλοῖ τὸ προφητικὸν φάσκον· «Ἔταξαν τὴν καρδίαν αὐτῶν ἀπειθῆ τοῦ μὴ ὑπακούειν τοῦ νόμου μου.» 2.187 Παραπλησίως καὶ ὁ τῆς νοητῆς Αἰγύπτου ἀόρατος τύραννος ἐβάρυνεν καὶ ἐσκλήρυνεν τὴν καρδίαν αὐτοῦ, ὡς ἐν Ἐξόδῳ πολλάκις εἴρηται περὶ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.