Commentarii in Zacchariam · §u14-rem-mid

Unit 14 rem mid

Rem mid: Unit 14; lemma continues; reading with the letter.

Greek

αὐτοῦ. Τάχα δὲ σκληρύνεται ἡ καρδία τοῦ καταφρονητοῦ καὶ βαρύνεται, δεξαμένη τὴν ἀνομίαν, ταλάντῳ μολίβου παραβαλλομένην. Γράφει ὁ Ἀπόστολος πρὸς τὸν καταφρονοῦντα τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.» 2.188 Τούτῳ τῷ τρόπῳ ἐσκλήρυνται Φαραὼ καὶ ἡ καρδία αὐτοῦ. Ἐπαλλήλων γὰρ τεραστίων δυνάμεων τοῦ πλουτοῦντος ἐν χρηστότητι γινομένων, προτρεπομένων, μᾶλλον δὲ ἐκβιαζομένων ἥκειν εἰς μετάγνωσιν, ἐμμένων τῇ θρασύτητι καὶ ὠμότητι, ἐσκληρύνετο ὁ ἀλάστωρ, βαρουμένης τῆς καρδίας αὐτοῦ ἀπὸ τοῦ ταλάντου μολίβου, οὐχ ἑτέρου τῆς ἀνομίας ὄντος, ὅθεν ὁμωνύμως τῷ τῆς ἀνομίας μολίβδῳ χρηματίσας, «ἔδυσεν ὡς μόλιβος ἐν ὕδατι σφοδρῷ», ὡς φέρεται ἐν τῇ κατ' αὐτοῦ ἐπινικίῳ ᾠδῇ. 60 2.189 Ἐπεὶ τοίνυν οὐδενὶ καρδία τοιαύτη ὑπὸ Θεοῦ ὑπῆρκται, τῶν αὐτὴν ἐχόντων παρ' ἑαυτοὺς ἐσχηκότων αὐτήν, διὰ τὸ σκληρὸν καὶ ἀντίτυπον, καὶ λιθίνην ὀνομαζομένην, ὣς παρ' ἑαυτοὺς τοιοῦτο ἡγεμονικὸν ἐσχήκαμεν, οὕτω προσέλθωμεν προαιρέσει τῷ ἐξαιρουμένῳ τὰς λιθίνας καρδίας, ἵν' ἀντ' αὐτῶν σαρκίνας ἐνθῇ, εὐείκτους καὶ εὐαγώγους, ἵνα δυνηθῶμεν τὰ προστάγματα αὐτοῦ καὶ δικαιώματα φυλάττειν, ὑπακούοντες τῷ πνευματικῷ νόμῳ, μεταβαλούσης τῆς καρδίας ἡμῶν ἐκ τοῦ ἀπειθεῖν καὶ μὴ ὑπακούειν τῷ θείῳ νόμῳ εἰς τὸ σὺν πειθοῖ πάντα ποιεῖν ἃ δεῖ ἐπιτελεῖν κατὰ νόμον καὶ τοὺς ἀποσταλέντας λόγους ἐν τῷ Πνεύματι Κυρίου τοῦ παντοκράτορος, τὸ ἅγιον δ' ὑπάρχει τοῦτο, ὡς ὑπόγυον ἐλέχθη. 2.190 Συνᾴδει τούτῳ καὶ τὸ ἀλλαχόθι λεχθὲν ὧδε ἔχον· «Ἃ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις.» Ἑρμηνεύων τίνες οἱ ἀποσταλέντες λόγοι καὶ πῶς δέδονται καὶ ποῦ, «ἐν ταῖς χερσίν» φησιν αὐτοὺς «τῶν προφητῶν» δεδόσθαι. Ποία δ' ἡ νόησις τῆς λέξεως ταύτης τυγχάνει, ἐν τοῖς μικρῷ πρότερον σεσαφήνισται. ∆ιό, ἵνα μὴ παλιλλογῶμεν περὶ τῶν αὐτῶν, πολλάκις τὰ αὐτὰ θεωροῦντες, ἀρκεσθέντες τοῖς εἰρημένοις, τὴν ἑξῆς τοῦ προφήτου λέξιν ἐκθώμεθα. 2.191 Zach. VII, 12®14: Καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. Καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω αὐτῶν, λέγει Κύριος παντοκράτωρ. Καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν. 2.192 Ὁ διδοὺς Κύριος ἑκάστῳ τῶν ἀνθρώπων κατὰ τὴν πρᾶξιν αὐτοῦ, τοῖς πολλὰ καὶ μεγάλα ἁμαρτάνουσιν μεγάλως ὀργίζεται, ἠρέμα τοῦτο ποιῶν τοῖς βραχέα καὶ ὀλίγα πταίουσιν. Εἴρηται γοῦν ὑπ' αὐτοῦ περὶ τῶν σκευῶν τῆς ὀργῆς κολαστῶν τυγχανόντων· «Ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ οἱ κατηγοροῦντες ἑαυτῶν ἐφ' οἷς παρανομοῦντες ἔπραξαν πρὸς τὸν ἵλεω καὶ ἐλεήμονα δεσπότην βοῶσιν· «Μὴ ὀργίζου ἡμῖν σφόδρα.» Ὅνπερ γὰρ τρόπον «δίκαιος ὢν κριτής, ἰσχυρὸς καὶ μακρόθυμος, οὐκ ἐπάγει ὀργὴν καθ' ἑκάστην ἡμέραν», οὕτως ἠρέμα ὀργίζεται τοῖς κρινομένοις, οὐ παρατηρούμενος πάσας τὰς ἀνομίας αὐτῶν. 2.193 Τούτων οὕτω νοουμένων, εἰ λέγοιτο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος γεγονέναι, οὐ καθάπαξ μεγάλην αὐτὴν λέγομεν· «οὐ γὰρ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ἔτι, οὐδὲ συνέξει ἐν τῇ ὀργῇ τοῦς οἰκτιρμοὺς αὐτοῦ.» Τούτων μὲν γὰρ πατὴρ καὶ πηγὴ ὑπάρχει, τὴν δὲ ὀργὴν μέχρι τοῦ νουθετῆσαι ἀπειλῶν ἐπάγει· εἰ δ' οἱ ἁμαρτάνοντες καταφρονοῖεν τῆς ἀπειλῆς, καὶ αὐτῇ τῇ πείρᾳ κολάσεως ἀπολαύσοιεν. 2.194 Ταύτην τὴν εὐσεβῆ φρόνησιν οἱ ἔχοντες πρὸς τὸν εὐεργέτην βοῶσιν· «Μὴ εἰς τέλος ὀργισθῇς ἡμῖν, ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;» καὶ πάλιν· «Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν.» 2.195 Ταῦτα περὶ Θεοῦ τῶν γραφῶν λεγουσῶν, μὴ εἰς τοσαύτην ἀσέβειαν καὶ ἠλιθιότητα πέσοιμεν ὡς ἀνθρώπινα πάθη προσάψαι τῷ λέγοντι· «Οὐκ ἠλλοίωμαι», πρὸς ὃν οἱ θεολόγοι φασίν, ὃ μέν· «Σὺ δὲ ὁ αὐτὸς εἶ», ὃ δὲ περὶ αὐτοῦ· «Παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.» Εἰ γὰρ ὁ αὐτός ἐστιν, οὐ μεταβαλλόμενος, οὐκ ἀλλοιούμενος, τροπῆς παραλλαγὴν ἢ ἀποσκίασμα μὴ ἔχων, πῶς ἂν ὀρέξοιτο τιμωρίας; Οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ὀργὴ ἢ τιμωρίας ὄρεξις. 2.196 Οὐχ οὕτω δὲ Θεὸς ὀργίζεται, ἀπαθὴς ὑπάρχων, ἀλλ' ἐπάγων

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.