Unit 15 rem mid
Rem mid: Unit 15; lemma continues; reading with the letter.
Greek
Τί δ' ὑπάρξεται «ὅταν ἐπιστρέψω καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῆς», ἢ τὸ πάλιν χρηματίσαι αὐτὴν πόλιν «ἀληθινήν», ἔρημον οὐκέτ' οὖσαν, ἀλλὰ πλήρης πολιτῶν καὶ οἰκοδομημάτων, ἀνεγερθέντος τοῦ ναοῦ καὶ τῶν καθ' ἕνα οἴκων, ὡς λοιπὸν ἔχειν ὡς πρότερον λαύρας, ἀγυιὰς, τεμένη τε πλατείας καὶ στενωπούς. 2.230 Οὕτω τῆς Ἰερουσαλὴμ πρὸς ῥητὸν χρηματισάσης, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται ὡς πρὸ τῆς αἰχμαλωσίας ὑπῆρχεν, ἁγιστειῶν τῶν συνηθῶν τελουμένων ἐκεῖ, καὶ ᾠδῶν καὶ παιάνων ἀνακρουομένων κατὰ τοὺς τοῦ ψαλμῳδοῦ λόγους, ὅπου μὲν λέγοντος· «Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιών»· ὅπου δέ· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» 2.231 Τούτων κατὰ τὴν ἱστορίαν φανέντων, καιρὸς εἴη τὰ πρὸς τὴν ἀναγωγὴν θεωρῆσαι. 2.232 Τῆς λεγομένης Ἰερουσαλὴμ διορατικῆς ψυχῆς, – μεταλαμβάνεται γὰρ τὸ Ἰερουσαλὴμ εἰς «εἰρήνης ὅρασιν»–, ὀλισθησάσης καὶ διὰ τοῦτο ἔξω τοῦ θείου θαλάμου γεγενημένης, ἀπωσμὸς γέγονεν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ πρότερον, ὡς λοιπὸν πορνικῶς αὐτὴν διασύρεσθαι ὑπὸ ἀντικειμένων δυνάμεων, καλουμένων κατ' ἀναγωγὴν Ἀσσυρίων καὶ Βαβυλωνίων, ὡς μηκέτι κήδεσθαι αὐτῆς τὸν οἷα σύζυγον φειδόμενον. 2.233 Ἀλλ' ἐπεὶ μὴ ἐν ταὐτῷ μένει τὰ τῆς προαιρέσεως, ὡς γὰρ ἐξ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν γίνεται τροπή, οὕτως ἔμπαλιν ἐκ χειρίστων καὶ ἐπιβλαβῶν εἰς βελτίω καὶ ὠφέλιμα γίνεται μεταβολή, ὡς ἐπιγνῶναι πάλιν τὸν θεῖον θάλαμον τὴν ἀποφοιτήσασαν, ἵν' ὡς πρότερον κηδόμενος αὐτὸς ζηλοῖ ἐπ' αὐτῇ ἀπελαύνων τοὺς μοιχικῶς μιάναντας αὐτήν. Καὶ θυμῷ γε μεγάλῳ τοῦτο ἐνεργεῖ, σφόδρα ἀγανακτῶν κατὰ τῶν διασυράντων αὐτήν, ὡς λοιπὸν λέγειν φανερῶς· «Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ.» 2.234 Κατ' ἀναγωγὴν Σιὼν καὶ Ἰερουσαλὴμ ψυχή ἐστιν σκοποῦσα τὰ μὴ βλεπόμενα καὶ αἰώνια, καὶ ψυχὴ ὁρῶσα τὴν εἰρήνην, τῆς ἀντακολουθίας τῶν ἀρετῶν καὶ θείων φρονημάτων ἔχουσα τὸν εἱρμόν, ἥντινα ὁ θυμῷ μεγάλῳ ζηλώσας ὑπὲρ αὐτῆς ἐπιστρέφει πρὸς ἑαυτόν, ἅμα καὶ αὐτὸς πρὸς αὐτήν, ἐπινεύων ταῖς ἱκεσίαις αὐτῆς ἐν τῷ παρέχειν ἃ ὑπὲρ ὧν ἀδιαλείπτως προσεύχεται. 2.235 Οὕτω δὲ βελτιωθεῖσα, ἀληθινὴ Ἰερουσαλὴμ ὀνομασθείη, οὐκέτι περιέπουσα τὰ σκιώδη καὶ εἰκονικὰ τοῦ νόμου, ἀλλὰ τὰ δι' αὐτῶν ἀγαθὰ δηλούμενα, περὶ ὧν ὁ θεσπέσιος Ἀπόστολος γράφει· «Σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Καὶ πάλιν τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν· «Μή τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ πόσει, ἐν μέρει ἑορτῆς καὶ νεομηνίας καὶ σαββάτου, ἅ ἐστιν σκιὰ τῶν μελλόντων.» 2.236 Ἀγαθὰ μέλλοντα ἐν ταῖς παραληφθείσαις λέξεσιν τυγχάνουσιν τὰ εὐαγγελικὰ μαθήματα, ἃ βασιλείας μυστήρια εἶπεν ὁ Σωτὴρ τοῖς γνωρίμοις φάμενος· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν.» Ἅπερ ἡ σκοποῦσα καὶ ὁρῶσα τὴν εἰρήνην τῆς συμφωνίας αὐτῶν Σιὼν καὶ Ἰερουσαλὴμ ἀνηγμένως ἐστίν, ἀληθινὴ καλουμένη, κατὰ ἀλήθειαν τὴν φανερουμένην τῇ τοῦ νόμου σκιᾷ πολιτευομένη, καὶ «ἐραυνῶσα τὰς θεοπνεύστους 65 γραφάς». 2.237 Ἁρμονίως τῷ ἀληθινὴν κεκλῆσθαι τὴν ἱερὰν πόλιν, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται καὶ χρηματίσει. Ὅρα εἰ τὸ ὄρος Κυρίου παντοκράτορος ὁ λόγος τῆς ἐπιδημίας τοῦ Υἱοῦ τοῦ Θεοῦ τυγχάνει, περὶ οὗ ἔν τινι ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται οὕτως· «Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.» Μὴ γὰρ τοσοῦτον πτωχεύσῃ ἡμῶν ὁ νοῦς ὡς νομίσαι αἰσθητῷ ὄρει παραβάλλεσθαι ἢ ὁμοιοῦσθαι τοὺς ἐπὶ Κύριον πεποιθότας, παμμεγέθη ἀρετὴν ἔχοντας, ὡς εὐλογημένους ἀποδείκνυσθαι κατὰ πνευματικὰς εὐλογίας τοὺς ἔχοντας. Γέγραπται γὰρ ἐν Ἰερεμίᾳ τῷ προφήτῃ· «Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Καὶ ἐν Ψαλμοῖς· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον.» 2.238 Ἐπεὶ οὖν μὴ αἰσθητὸν ὄρος, ἔκβρασμα γῆς τυγχάνον, μιμοῦνται οἱ ἐπὶ Κύριον πεποιθότες, τί φρονεῖν αὐτὸ δεῖ ἢ ἐκεῖνο περὶ οὗ εἶπεν Ἠσαΐας· «Ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου», ἐπιλάμψαν καὶ φανερωθὲν «ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἵνα ἀθετήσῃ τὴν ἁμαρτίαν», λύσας καὶ ἀφανίσας αὐτήν, ἀμνοῦ δίκην τυθείς. 2.239 Τοῦτο τὸ μυστήριον φωτίζων Ἰωάννης ὁ μέγας, δεικνὺς τὸν Ἰησοῦν ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» 2.240 Περὶ τοῦ ἀποδειχθέντος ὄρους ἐκλαβεῖν δεῖ καὶ τὸ ἐν τεσσαρακοστῷ ἑβδόμῳ Ψαλμῷ ἀπαγγελλόμενον οὕτω· «Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ.» 2.241 Τούτων κατὰ τὴν πρώτην
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.