Commentarii in Zacchariam · §u15-rem-close

Unit 15 rem close

Rem CLOSEOUT: Unit 15 CLOSEOUT.

Greek

ἀναγωγὴν φανέντων, ἐκλημπτέον καὶ κατ' ἀλληγορίαν ὑψηλῇ νοήσει ἐπιστρέφουσαν Σιὼν καὶ κικλησκομένην ἀληθινὴν Ἰερουσαλὴμ τὰ ἐν τῇ πρὸς Ἑβραίους φιλοσοφούμενα ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος, γράφοντος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων, τῶν πανηγυριζόντων μετὰ μυριάδων τῶν ἀγγέλων», δι' ἣν αἰτίαν «ἀπογεγραμμένοι ἐν τοῖς οὐρανοῖς» τυγχάνουσιν, τῇ ἁγίᾳ καὶ ἐπουρανίῳ ἐμπολιτογραφηθέντες. 2.242 Οἷοι καὶ οἱ ἀπόστολοι τυγχάνοντες, ἤκουσαν ὑπὸ τοῦ παμβασιλέως· «Χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐνεγράφησαν ἐν τοῖς οὐρανοῖς.» Αὕτη ἡ γραφὴ «ζώντων» τυγχάνει «βίβλος». Περί τινων γοῦν μακαρίων χαράττει τὸ τῆς ἐκλογῆς σκεῦος ὧδε· «Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» 2.243 Zach. VIII, 4®5: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἰερουσαλήμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ πλήθους ἡμερῶν. Καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. 2.244 Ὡς πρὸς ῥητόν, εἰς εἰρήνην βαθεῖαν καὶ γαληνιώδη πολιτείαν ἀποκαθίστασθαι τὴν Ἰερουσαλὴμ ἡ προαναφώνησις τοῦ προφήτου δηλοῖ. Οὕτω γὰρ ἀταραξίας οὔσης καὶ ἐκτετοξευμένων πάντων πολεμίων πόρρω τῆς καλλιπόλεως, οὐδαμῶς ἔτι φόβου ἐξ ἐχθρῶν προσδοκουμένου, οἱ ἀπὸ πολυχρονιότητος καὶ πλήθους ἡμερῶν πρεσβυτικὴν ἡλικίαν ἔχοντες, ἄρσενες ὁμοῦ καὶ θήλειαι, ἔτι καθήσονται ὡς πρὸ τῆς αἰχμαλωσίας ἐν ταῖς πλατείαις, ῥάβδους μετὰ χεῖρα ἔχοντες, προηγουμένως μὲν οἱ πρεσβύτεροι, ἐπίστησον δὲ εἰ καὶ αἱ πρεσβύτεραι· τιμῆς δὲ σύμβολον ἡ ῥάβδος τυγχάνει. 2.245 Οὕτω προκαθημένων τῶν ἡλικίᾳ προηκόντων, πλησθήσονται αἱ πλατεῖαι παιζόντων παιδαρίων καὶ κορασίων, οὐκ ἀθυρόντων ἐν ταῖς πλατείαις τῶν κομιδῇ νηπίων, ἐχθρῶν ἐπικειμένων καὶ προσδοκωμένων πολεμίων. 2.246 Τῆς ἱστορίας εἰρημένης, καὶ τὰ πρὸς διάνοιαν λεκτέον. 2.247 Πόλις πνευματικὴ πλατείας ἔχουσα ἡ ἔνδοξός ἐστιν Ἐκκλησία, περὶ ἧς ἀπαγγέλλεται τῷ κρατοῦντι αὐτῆς παμβασιλεῖ· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Πῶς γὰρ οὐκ ἀοίδιμος καὶ πολυύμνητος εἴη, θείων ποτισμῶν μεταλαμβάνουσα ἀπὸ «τοῦ πλήρης ὑδάτων ποταμοῦ τοῦ Θεοῦ». Εἴρηται καὶ ἐν τεσσαρακοστῷ καὶ πέμπτῳ Ψαλμῷ περὶ 66 τοῦ βασιλικοῦ ἄστεως καὶ τῶν δέχεται χαρισμάτων πρὸς τοῦ κρατοῦντος αὐτὴν βασιλικῶς· «Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος, ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.» Ἐν μέσῳ γὰρ τῆς εἰρηνευομένης πόλεως κατοικῶν ὁ ἁγιάσας τὸ σκήνωμα αὐτοῦ ὕψιστος οὐδέποτε ἔξω αὐτῆς γίνεται, ἀκλόνητος μένων ἐν αὐτῇ. 2.248 Πλατεῖαι δὲ τῆς καλλιπόλεως ταύτης ὑπάρχουσιν αἱ κατ' εἶδος ἀρεταὶ καὶ αἱ πράξεις αὐτῶν, περὶ ὧν παροιμιωδῶς ὁ σοφὸς ἀπαγγέλλει, περὶ τῆς σοφίας τάδε χαράττων· «Σοφία δὲ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· ἐπὶ δὲ ἄκρων τειχέων κηρύσσεται.» Πῶς γὰρ οὐκ ἄγει παρρησίαν ἡ τοῦ Θεοῦ σοφία ἐν ταῖς πλατείαις τῆς πνευματικῆς πόλεως, πάλιν ἑτέρου λογίου λέγοντος· «Ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν», ἑκάστης ἐντολῆς διὰ τὸ προσὸν εὖρος πλατείας καλουμένης, ὡς τὸν ὑμνῳδὸν πρὸς τὸν Θεὸν εἰπεῖν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα»; 2.249 Σκοπητέον εἰ κατὰ ταύτην τὴν διάνοιαν εἴρηται ὑπὸ τῆς νύμφης τοῦ Χριστοῦ ἐν τῷ ἐπιθαλαμίῳ δράματι· «Ἐπὶ κοίτης μου ἐν νυκτὶ ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέν μοι. Ἀναστήσομαι δὴ καὶ κυκλώσω τὴν πόλιν, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, ἕως οὗ εὕρω αὐτόν.» Ἐν τῷ καιρῷ γὰρ τοῦ συνευνάζεσθαι καὶ διαναπαύεσθαι, ὃν ἀλληγορικῶς ἐκάλεσε νύκτα, δόξασα παρεῖναι αὐτῇ τὸν θεῖον νυμφίον, ζητήσασα οὐχ εὗρεν, καὶ καλέσασα οὐκ ἔσχεν αὐτὸν ἐπακούοντα, διά τι χρήσιμον μακρυνθέντα αὐτῆς, ἵνα ἔτι μᾶλλον τρωθῇ ἀγάπῃ τῇ πρὸς αὐτόν· μακρυνώσει γὰρ τοῦ στεργομένου ὁ πρὸς αὐτὸν ἔρως μᾶλλον ἐγείρεται. 2.250 Τοῦτ' οὖν παθοῦσα ἀνέστη διεγείρασα ἑαυτήν, καὶ ζητεῖ γε αὐτὸν οὐκ ἀλλαχόθι ἢ ἐν ταῖς ἐκκλησίαις, οὔσαις ἱεραῖς ἀγοραῖς. Ἔνθα ἀγορεύουσιν οἱ τεθέντες ἀπόστολοι καὶ προφῆται καὶ διδάσκαλοι τὰ τῆς ἀληθείας ὄργια καὶ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ. 2.251 Πρὸς τῷ ζητεῖν αὐτὸν ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις ταῖς ἤδη ἡρμηνευμέναις σπουδάζει συντυχεῖν τῷ ζητουμένῳ, ἵν' εὑροῦσα αὐτὸν

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.