Unit 16 rem mid
Rem mid: Unit 16; lemma continues; reading with the letter.
Greek
Ἐκκλησίας, πνεύματι καὶ σώματί εἰσιν ἀδιάφθοροι γνώμῃ καὶ πράξει ἁγνεύουσαι. 2.274 Ὡς ἐλέχθη ὡς τὰ παιδάρια προηγουμένως κατὰ τὴν ψυχὴν ἄρρενα, ἀλλὰ οὐ μόνον κατὰ τὸ σῶμα τυγχάνουσιν, ὁμοίως αἱ ἐν γνώμῃ καὶ πράξει ἁγιότητα ἔχουσαι παρθένοι οὐκ ἐξ ἀνάγκης θηλυκὸν ἔχουσι σῶμα. Ἐν γοῦν τῇ Ἰωάννου Ἀποκαλύψει αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν παρθένων οὐ τῷ σώματι ἦσαν τοιαῦται· ἐπηνέχθη γάρ· «Οὗτοί εἰσιν οἳ μετὰ γυναικὸς οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν, καὶ οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν δόλος· ἄμωμοι γάρ εἰσιν.» 2.275 Περὶ πάντων τῶν διατριβόντων ἐν ταῖς πλατείαις τοῦ πολυυμνήτου ἄστεως, ὡς περὶ ἑνὸς χοροῦ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεοτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Περὶ τῶν κατὰ τὸν ἔσω ἄνθρωπον διαφόρων ἡλικιῶν καὶ ὃν ἠγάπα Ἰησοῦς μαθητὴν ἐπιστέλλει· «Γράφω ὑμῖν, παιδία, ὅτι ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ», –τοῦ Σωτῆρος δηλαδή, – 69 »γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸ ἀπ' ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν.» 2.276 Παιδία δὲ λέγει τοὺς ἄρτι ἀφέσεως ἁμαρτιῶν τετυχηκότας, οἵας ποτ' ἂν ὦσιν ἡλικίας κατὰ τὸν ἔξω ἄνθρωπον, πατέρας ὀνομάζων τοὺς τὸ ἀπ' ἀρχῆς τῆς θεολογίας ἐπισταμένους, καὶ νεανίσκους τοὺς ἰσχὺν ἔχοντας ἐμμένοντος ἐν αὐτοῖς τοῦ λόγου τοῦ προτρεπομένου μένειν ἀκαταμαχήτους, κἂν ὁ ἀγὼν ᾖ αὐτοῖς «πρὸς ἀρχάς, πρὸς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». Πῶς γὰρ οὐκ ἰσχυροὶ οἱ ὑπὸ τοῦ παμβασιλέως Σωτῆρος εἰληφότες «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», ἥκιστα βλαπτομένους; ταὐτὸν γὰρ τό· «οὐδὲν ὑμᾶς ἀδικήσει», τῷ· «οὐδὲν ὑμᾶς βλάψει». 2.277 Αὐτίκα γοῦν περὶ τοῦ τὴν ἐξουσίαν λαβόντος πατεῖν τὰ ἰοβόλα καὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἐπινίκιος ὕμνος ἀναπέμπεται κατὰ λέξιν ὧδε ἔχον· «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καταπατήσεις λέοντα καὶ δράκοντα.» 2.278 Ἀρκούντως εἰρημένων εἰς τὸ προκείμενον ῥητόν, ἐκθώμεθα τὰ ἑξῆς. 2.279 Zach. VIII, 6: Τάδε λέγει Κύριος παντοκράτωρ· Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ. 2.280 Κατασκαφὴν ὑπὸ πολεμίων ὑπομεινάσης τῆς αἰσθητῆς καὶ κάτω Ἰερουσαλήμ, ὡς ὑποστῆναι πολλὴν αἰχμαλωσίαν τοὺς πολίτας αὐτῆς, ταῖς ἐπαγγελίαις περὶ ἀποκαταστάσεως αὐτῆς ἀπιστοῦντας, ἐρείπιον αὐτὴν γενομένην ὁρῶντας, ἀδύνατον ἡγουμένους ἔτι λαμπρῶς πολισθῆναι αὐτήν, ὡς τὴν ὀρεινὴν καὶ πεδιάδα οἰκητῆρας ἔχειν, καὶ ἐν ταῖς πλατείαις αὐτῆς ἔτι τοὺς πρεσβυτέρους καὶ τὰς πρεσβυτέρας καθεσθῆναι, πληθυνόντων ἐν αὐταῖς παιζόντων παιδαρίων καὶ κορασίων. Ἀλλ' ἐπεὶ «πάντα Θεῷ δυνατά», καὶ ἀπὸ στενότητος πλατύτητα, καὶ ἐξ ἀπόρων εὐπορίαν ἄγειν, κἂν ἐπίπροσθεν τῶν καταλοίπων τοῦ λαοῦ τῶν περιόντων εἰσέτι δεῦρο πολλῶν τεθνηκότων, ἀλλ' οὐκ ἀδύνατον Θεῷ τὸ ἐκείνοις ἀδύνατον φαινόμενον. 2.281 Ὥσπερ οὖν ἐπὶ τῆς μητροπόλεως τῆς Ἰουδαίας ἁλούσης καὶ ἐσχάτην ἐρημίαν ὑπομενούσης, ἀδύνατον ἡγοῦντο οἱ ἀνάστημα ψυχῆς οὐκ ἔχοντες ἄνθρωποι τὸ ἀποκαταστῆναι αὐτὴν εἰς τὴν προτέραν δόξαν καὶ εὐετηρίαν, καίτοι Θεοῦ ἐπαγγειλαμένου καὶ εἰς πέρας ἀγαγεῖν δυναμένου τὰ προθεσπισθέντα, οὕτω οἱ ἄπιστοι καὶ πτωχοὶ τὴν διάνοιαν, ἐν τοῖς κατὰ χριστιανῶν διωγμοῖς ὁρῶντες τὴν Ἐκκλησίαν πορθηθεῖσαν ἐσχάτως, ὡς δοκεῖν πτῶμα ἀνέγερτον πεπτωκέναι, ἀδύνατον εἶναι ἀποκαταστῆναι αὐτήν, εἰρήνην βαθεῖαν ἀπολαμβάνουσαν πρὸς τοῦ εἰρηκότος τοῖς γνωρίμοις· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» 2.282 Θάρσος οὖν ἐμποιῶν οἷς δώσειν ὑπέσχετο τὴν εὐστάθειαν καὶ γαληνιῶσαν εἰρήνην· «Θαρσεῖτε, ἔφη, ἐγὼ νενίκηκα τὸν κόσμον»· διὸ κἂν θλῖψιν νῦν ἔχητε, ἄνεσιν προσδοκῆσαι θαρσήσατε. Φίλη γὰρ ἡ ἀλήθεια. 2.283 Οἱ κατὰ τῆς Ἐκκλησίας καὶ τοῦ χριστιανισμοῦ ἐπιτεθειμένοι εἰς τοσοῦτον ἐξηγριώθησαν ὡς τοὺς συνακτηρίους τόπους εἰς ἔδαφος κατασπάσαι καὶ τὰς ἱερὰς βίβλους πυρὶ δαπανῆσαι. Τῆς τοσαύτης ὠμότητος πρὸς ὀλίγον κρατησάσης, οἱ μικροφυεῖς ἐτόπασαν ἀδύνατον εἶναι ἔτι αὐτὴν εἰς τὸ ἔνδοξον ἀνακάμψαι. 2.284 Ἀλλ' εἰ κἀκείνοις ἄπορον καὶ ἀκατόρθωτον τὸ συμβὰν ἔδοξεν, ἀλλὰ δυνατὸν καὶ εὔκολον τὸ ἀπελπισθὲν ἀποδέδεικται. Ἔστιν γοῦν ἰδεῖν τοὺς τότε κατασπασθέντας τόπους εἰς ὕψος
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.