Commentarii in Zacchariam · §u16-rem-early

Unit 16 rem early

Rem early: Unit 16; lemma and argument toward the thesis.

Greek

παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν», ἀλλὰ καὶ γνησίως θεραπεύοντες ἱερατικῶς τὸν ἐκλεξάμενον, τὰ σκῆπτρα φέρουσιν τῆς προσούσης διττῆς ὑπεροχῆς, καθήμενοι ἐν ταῖς πλατείαις τῆς ἔναγχος διαγραφείσης πόλεως, κατέχων ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, οὖσαν πρὸς σκῆπτρον καὶ διορθωτικὸν λόγον. 2.261 Περὶ γὰρ τῶν ἐλέγχων παιόντων πως τοὺς ὑπευθύνους, γράφεται ὑπὸ Παύλου· «Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ;» Σύμφωνα τούτοις καὶ θεία τῶν Παροιμιῶν γραφὴ διαγορεύει, ὅπου μέν· «Ὃς προσφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον»· ὅπου δέ· «Ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν ἑαυτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.» 2.262 Τῆς τῶν πρεσβυτέρων τιμῆς καὶ θήλειαι μετέχουσιν διὰ πίστιν καὶ πρακτικὴν ἀρετὴν πρεσβεῖα κεκτημέναι. Τὴν τοιαύτην διαγράφων ἀγωγήν, Τιμοθέῳ χαράττων ὁ ἐν Χριστῷ λαλῶν Παῦλός φησιν· «Τίμα χήρας τὰς ὄντως χήρας», τοιαύτας εἶναι σημαίνων τὰς πάντων τῶν ἀνθρωπίνων στερομένας, ἐχούσας πράξεις ἐπαίνους φερούσας, ἀναθρεψαμένας τέκνα ὡς δεῖ, δαψιλῶς φιλοξενούσας, ὑπερετησάσας Θεοῦ δούλοις, θρεψάσας πένητας, καὶ πᾶσι τοῖς παραπλησίοις ἔργοις ἀρετῆς ἐγκαλλωπιζομένας. 2.263 Ἔχει δὲ περὶ τούτων αὐταῖς συλλαβαῖς ἡ ἀποστολικὴ διδασκαλία ἔνθεν ἀρχομένη· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ἐπὶ ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοφρόνησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ καλῷ ἐπηκολούθησεν.» 2.264 Ὑπὲρ βεβαιώσεως δὲ τῶν μνημονευθεισῶν ἀρετῶν χρεία καὶ τελείας ἡλικίας συνεπικοσμούσης τὰς κτητὰς ἀρετάς, τελείων ἐτῶν ἀριθμὸν ἐσχηκυῖαν οὐκ 68 ἐλαττουμένην ἑξηκονταέτους χρόνου. Τοιαύτη κατὰ τὴν ἱστορίαν ὑπῆρχεν Ἄννα ἡ προφῆτις, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἕπτα ἀπὸ τῆς παρθενίας αὐτῆς, διαμείνασα ἐπὶ πολὺ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων. Οἰκεῖος δὲ καὶ οὗτος ὁ ἀριθμὸς τῆς ἐν χηρείᾳ ἁγνείας, περὶ οὗ ἐν ἄλλοις εἴρηται. 2.265 Ταύτης τῆς προαιρέσεως ἐπιμελομένας ἔστιν ἰδεῖν καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ. Οἵα ἦν ἡ ἀνδρειωτάτη Ἰουδίθ, φερωνύμως ἐσχηκυῖα τὴν προσηγορίαν· Ἰουδὶθ γὰρ «αἴνεσις» ἑρμηνεύεται. Οὐκ ἀπεικὸς δὲ καὶ ἄλλας πλείονας εὑρεῖν πρεσβείᾳ καὶ τιμῇ κεκοσμημένας, καὶ μάλιστα ἐκείνας περὶ ὧν ἐν προφήτῃ εἴρηται ἐκ προσώπου Θεοῦ· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν», καὶ τὰ ἑξῆς μέχρι τοῦ· «Καί γε ἐπὶ τοὺς δούλους μου καὶ τὰς δούλας μου ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσιν.» 2.266 Ἐπιστήσας κατὰ σεαυτόν, σκόπησον εἰ περὶ μόνων τῶν πρεσβυτέρων εἴρηται ῥάβδους κατέχειν ἐν ταῖς χερσὶν ἢ καὶ περὶ τῶν πρεσβυτίδων. Ἐνδέχεται δὲ περὶ ἀμφοτέρων τῶν ταγμάτων γεγράφθαι, πιθανώτερον δὲ δοκεῖ περὶ μόνων τῶν ἀνδρῶν. 2.267 Ἐν ταῖς σαφηνισθείσαις πλατείαις ἐν αἷς προκάθηνται οἱ φρονήσει πεπολιωμένοι καὶ ἀκηλιδώτῳ βίῳ γηράσαντες, καὶ παιδάρια καὶ κοράσια εἶναι παίζοντα παιδιὰν ἐπαινετὴν ᾗ ἐγκαλλωπιζόμενος ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ ἀνὴρ ∆αυίδ, πάντα τὰ θελήματα ποιῶν τοῦ ἐκλεξαμένου, παρρησιαστικώτερον ἀνεφθέγξατο· «Ἐνώπιον Κυρίου ὀρχήσομαι καὶ παίξομαι.» 2.268 Παιδάρια ἀθύροντα ἐν ταῖς πλατείαις τῆς ἀοιδίμου Θεοῦ πόλεως ἐκλαβεῖν ἔστιν τοὺς ἐξ ἁπαλῶν ὀνύχων σωφροσύνῃ ἑαυτοὺς ἐπιδεδωκότας, ὥστ' ἀφθορίαν ἔχειν μετὰ σεμνότητος ἀκραιφνεστάτης καὶ λόγον ὑγιῆ ἀκατάγνωστον. 2.269 Τοιοῦτοι δὲ ὑπῆρχον οἱ τῶν ἀποστόλων υἱοί, «ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλ' ἀφθάρτου, διὰ ζῶντος λόγου Θεοῦ καὶ μένοντος», «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσαντες». 2.270 Συγχρήσει δὲ καιρίως καὶ τῷ ἐν Παροιμίαις εἰρημένῳ· «Ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.» Καὶ ἔτι ἐν τῇ αὐτῇ βίβλῳ ὁ θεόσοφος εἶπεν· «Ἀκούσατε, παῖδες, παιδείαν πατρός, καὶ προσέχετε τοῦ γνῶναι ἔννοιαν.» 2.271 Οὐ πάντως δὲ περὶ τῶν κατὰ τὸ σῶμα ἀρσένων λέγεται ταῦτα· εἰσὶ γὰρ καὶ σῶμα θῆλυ ἔχουσαι ψυχαὶ ἄρσενες τῷ φρονήματι. 2.272 Ἑπομένως τοῖς ἀποδοθεῖσιν παιδαρίοις, καὶ κοράσια ἐκλημπτέον παίζοντα. Καὶ ὅρα εἰ περὶ τούτων ἐν τεσσερακοστῷ τετάρτῳ Ψαλμῷ ὑμνεῖται περὶ τῆς νύμφης καὶ τοῦ νυμφίου τὸ μελῳδούμενον ὧδε· «Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς», τῆς νύμφης καὶ βασιλίδος δηλονότι, τῆς παραστάσης ἐκ δεξιῶν τοῦ συνοικοῦντος, «αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει». 2.273 Παρθένοι ἀπενεχθησόμεναι ὀπίσω τῆς νυμφαγωγηθείσης ἑνὶ ἀνδρὶ τῷ Χριστῷ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.