Commentarii in Zacchariam · §u17-rem-early

Unit 17 rem early

Rem early: Unit 17; lemma and argument toward the thesis.

Greek

τῆς εὐσεβείας δογμάτων δηλοῖ, τῆς ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς δικαιοσύνης καλουμένης, κατὰ τὸ λεχθὲν περὶ αὐτῆς τοῖς σωτηρίας πόθον ἔχουσιν· «∆ικαιοσύνην μάθετε ποιεῖν, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.» 2.303 Τί δὲ παρέπεται ταῖς μνημονευθείσαις ἀρεταῖς θεωρητέον. 2.304 Τῇ ἀληθείᾳ ἔλεος συναντᾷ, «ἡ δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.» Ἐπεὶ γὰρ μεγάλη τίς ἐστιν καὶ ἀνηγμένη ἡ Θεοῦ ἀλήθεια, χρεία ἐστὶν ἐλεηθῆναι πρὸς τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος, ἵνα ἀνθρώποις ὑπαρχθῇ. Ἀλλὰ καὶ ἡ δικαιοσύνη, λύουσα πᾶσαν ἀδικίαν, μητέρα πάσης στάσεως καὶ παντὸς πολέμου, εἰρήνην καὶ συμφωνίαν ἐπικηρυκεύεται. Εἴρηκέ τις καὶ τῶν παρὰ ἀνθρώποις σοφῶν συμφωνίαν πρὸς ἑαυτὰς ἔχειν τὴν εἰρήνην καὶ δικαιοσύνην· πάντων γὰρ δικαίως τὸ δίκαιον διωκόντων, εἰ οὕτω τύχοι̣, πᾶσα στάσις καὶ ἔχθρα ἐκποδὼν οἰχήσεται, ὡς αὖ εἰρήνης ἐπικρατούσης, ἰσότης καὶ δικαιοσύνη βασιλεύει. 2.305 Τούτων ὧδε ἐχόντων, ὁ παντοκράτωρ Κύριος τῆς ἀληθείας καὶ δικαιοσύνης ἐστίν. Εἴρηται γοῦν ἐν τριακοστῷ Ψαλμῷ, ὑπὸ τοῦ ἐλπίδα τὸν Κύριον ἔχοντος κατὰ τὴν τῆς ᾠδῆς ἀρχήν· «Ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας»· καὶ ἐν τετάρτῳ Ψαλμῷ· «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.» Ἁρμονίως τῷ εἶναι τῆς ἀληθείας Θεόν, καὶ τῆς γνώσεώς ἐστιν, ὡς ἡ μακαρία μήτηρ τοῦ ἁγίου Σαμουὴλ εἶπεν· «Μὴ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεως Κύριος.» 2.306 Ὅταν σπουδάσωμεν διὰ ἀγαθῶν ἔργω̣ν καὶ ἀληθοῦς καὶ εὐσεβοῦς γνώσεως Θεοῦ χρηματίσαι λαός̣, τὸ τηνίκαδε καὶ αὐτὸς ἡμῶν ἔσται Θεός, οἰκειούμενος ἡμῖν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. 2.307 Zach. VIII, 9: Τάδε λέγει Κύριος παντοκράτω̣ρ· Κα̣τισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ' οὗ ᾠκοδόμηται. 2.308 Ὁ παντοκράτωρ Κύριος προστάττει κατισχύειν τὰς χεῖρας τοῦ ἀνακειμένου Κυρίῳ παντοκράτορι λαοῦ, κατὰ τοὺς λόγους Κυρίου Θεοῦ παντοκράτορος ἀφ' οὗ ὁ οἶκος αὐτοῦ τεθεμελίωται, κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ἀφ' οὗ ὁ ναὸς ᾠκοδόμηται. Κατισχύουσι δὲ αἱ σὺν εὐσεβείᾳ καὶ ὁσιότητι τῆς ἀληθείας, κατὰ τοὺς λόγους τῶν λεχθέντων ἀπὸ στόματος τῶν προφητῶν, ἀφ' οὗ ὁ οἶκος Κυρίου τεθεμελίωται, καὶ ὁ ναὸς ὁ ἅγιος ᾠκοδόμηται. 2.309 Κατισχύουσι δὲ χεῖρες ἐν λόγοις ὅταν εἰς ἔργα μεταβάλωσιν τὰ ἠθικὰ μαθήματα. Τότε γὰρ τότε αἱ δραστήριοι χεῖρες τῆς ψυχῆς εἰς ἐνέργειαν μεταβάλλουσιν, ὅταν συνυφῆ τυγχάνῃ τοῖς λόγοις τὰ σὺν ἀρετῇ ἔργα, τῶν ἀκουόντων οὐκ ἀκροατῶν μόνου νόμου ὄντων ἀλλὰ καὶ ποιητῶν ἔργου. 2.310 Πότε δὲ ταῦτα γνησίως καὶ θεοσεβῶς σπουδάζεται, ἢ ὅτε ὁ τοῦ Θεοῦ λαὸς σὺν λόγῳ τῆς εὐσεβείας πράττει καὶ διανοεῖται, τοῦ θείου οἴκου θεμελιουμένου καὶ οἰκοδομουμένου τοῦ ναοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας. Θεμελιοῦται δὲ ὁ τοῦ Κυρίου οἶκος καὶ ὁ ναὸς οἰκοδομεῖται, πληρουμένου τοῦ ἐν Παροιμίαις εἰρημένου οὕτως· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἕπτα.» Περὶ τούτου τοῦ οἴκου καὶ ναοῦ ὁ ἐνανθρωπήσας Κύριος λέγει τῷ Πατρί· «Σῶμα δὲ κατηρτίσω μοι.» Τοῦ οὕτω λεχθέντος οἴκου θεμελίους ἐσχηκότος οἷα ναοῦ ἁγίου οἰκοδομηθέντος, αἱ χεῖρες, τοῦτ' ἔστιν αἱ πρακτικαὶ δυνάμεις, κατισχ̣ύουσιν κατὰ τὰς ἔμπροσθεν φωτε̣ινὰς θεωρίας, ἡμέρας καλουμένας. 2.311 Ἐπίστησον εἰ οἶκος τεθεμελιωμένος καὶ ναὸς ᾠκοδομημένος τυγχάνει ἡ ἔνδοξος Ἐκκλησία, περὶ ἧς ἐπιστέλλει ὁ Ἀπόστολος Τιμοθέῳ τῷ ἑαυτοῦ μαθητῇ· «Ἐὰν δὲ βραδύνω, ἵν' εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» Ταύτην ὑποβάλλει τὴν νόησιν καὶ ἡ προφητικὴ τοῦ Ἠσαΐου φωνὴ ὧδε 73 ἔχουσα· «Ὁ λέγων Ἰερουσαλήμ· Οἰκοδομηθήσει καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.» Πότε δὲ τοῦθ' ὑπάρξεται, ἢ ὅταν πάντες οἱ προσηκάμενοι τὸ εὐαγγέλιον διὰ τελείας πίστεως καὶ ἀρετῆς «ἐποικοδομηθῶσιν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, εἰς κατοικητήριον» τῆς Τριάδος; 2.312 Πρὸς τοῖς τεθεωρημένοις, καὶ ἕκαστος τῶν θεοσεβῶν οἶκος θεμελιοῦται καὶ ναὸς οἰκοδομεῖται, κατὰ τὴν Χριστοῦ μαρτυρίαν φάσκοντος· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ ἐλευσόμεθα», ἐγὼ καὶ ὁ Πατήρ μου, «καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» 2.313 Κατισχύουσιν αἱ χεῖρες τῶν Χριστοῦ μαθητῶν, πραττόντων ἃ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.