Commentarii in Zacchariam · §u17-rem-mid

Unit 17 rem mid

Rem mid: Unit 17; lemma continues; reading with the letter.

Greek

διαγορεύει τὸ εὐαγγέλιον, πληρώσαντος τοῦ Σωτῆρος τὸν νόμον καὶ τοὺς προφήτας, ἀφ' οὗ τεθεμελίωται ὁ οἶκος καὶ ὁ ναὸς ᾠκοδομήθη, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐπὶ τὴν ἁγιωτάτην παρθένον Μαριάμ, τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτήν. Τότε γὰρ ἀληθῶς ἐπληρώθησαν τῶν ἔμπροσθεν προφητῶν οἱ λόγοι, ἐκβάσεως τετυχηκότων τῶν προθεσπισθέντων. 2.314 Πῶς γὰρ ου᾿̣κ̣ ἰσχύουσιν αἱ χεῖρες τῶν ἀκουόντων τῶν προφητ̣ῶν τῶν̣ λόγων, ὅταν τεχθῇ ἐκ τῆς παρθένου οὗ τὸ ὄνομ̣α κ̣εκλήσεται «μεθ' ἡμῶν ὁ Θεός»· ὅταν γὰρ μεθ' ἡμῶν ὁ Κύριος̣ γένηται, τὸ τηνικαῦτα αἱ χεῖρες ἡμῶν κατισχύουσιν ω῾̣ς ὑμνοῦντας ἀναβοῆσαι· «Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.» 2.315 Ἀντιλαβομένου γὰρ τοῦ πτερνίζοντος τὴν κακίαν, τοῦτ' ἔστιν τοῦ Ἰακώβ, Θεοῦ παντοκράτορος ἰσχὺν ὑπερφυῆ κεκτημένοι, ἐπινικίως βοήσωμεν· «Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἐὰν γὰρ ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν Κύριος ὁ Θεός.» Πότε δὲ ταῦτ' ἔσται τὰ κατορθώματα, ἢ ὅτε κατισχύουσιν αἱ χεῖρες ἡμῶν, τοῦ οἴκου θεμελιωθέντος, καὶ τοῦ ναοῦ οἰκοδομηθέντος, κατὰ πάσας τὰς ἀποδοθείσας ἑρμηνείας τοῦ ἐκκειμένου προφητικοῦ ῥητοῦ. 2.316 Zach. VIII, 10: ∆ιότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον πρὸς τὸν πλησίον αὐτοῦ. 2.317 Πολλὰ προαναφωνήσας περὶ τῆς ἐσομένης ἐνδόξου ἀποκαταστάσεως τῷ εὐεργετουμένῳ λαῷ καὶ τῆς ἐγέρσεως τῆς ἁγίας Ἰερουσαλήμ, θεμελιουμένου ἐπ' αὐτῆς τοῦ ἁγίου οἴκου καὶ τοῦ ναοῦ οἰκοδομουμένου ἐπ' ὠφελείᾳ καὶ εὐθυμίᾳ τοῦ λαοῦ, οὗ αἱ χεῖρες κατισχύουσιν ἐν τοῖς προφητικοῖς λόγοις, πρὸ τῶν ἡμερῶν τῆς ὑποσχέσεως, ὅτε ἠρήμωτο ἡ πόλις, κρατούντων τῶν αἰχμαλωτισάντων αὐτήν, οὐδαμῶς ὄνησιν εἶχεν ὁ μισθὸς τῶν ἀνθρώπων, κενῶς σπουδαζόντων καὶ ἀν̣η̣ν̣ύτως πραττόντων. 2.318 Πρὸς τῇ τῶν ἀνθρώπων κενοσπουδίᾳ, κα̣ὶ τῶν κτηνῶν ὁ μισθὸς οὐχ ὑπάρχει, οὐκ ἐπὶ συμφέρον τι ἤτοι σπουδαζόντων ἢ ἀχθοφορούντων, τοῦ μισθοῦ τῶν ἀνθρώπων ὄνησιν ἔχοντος καὶ τοῦ τῶν κτηνῶν ὑπάρχοντος, ὅταν ὁ οἶκος θεμελιῶται καὶ ὁ ναὸς οἰκοδομῆται· τότε γὰρ τότε καὶ τῷ ἐκπορευομένῳ καὶ εἰσπορευομένῳ οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως, φημὶ τοῦ ἱδρῶτος καὶ πόνου ἀναντλουμένων ὑπὲρ βελτιώσεως καὶ τέλους τῶν σπουδαζομένων. 2.319 Οὐδαμῶς οὔσης εἰρήνης ἀπὸ τῆς θλίψεως τῷ εἰσπορευομένῳ καὶ ἐκπορευομένῳ, ἀνηνύτου καὶ ἀνωφελοῦς οὔσης τῆς τῶν ἀνθρώπων καὶ κτηνῶν ἐργασίας, ἔφη· μάταιος ὁ μισθὸς τῶν λογικῶν θνητῶν ζῴων ἔσται καὶ ὁ τῶν κτηνῶν οὐχ ὑπάρξει, ὡς ἐπανίστασθαι τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ, πάσης εὐσταθείας καὶ συμφωνίας πεφυγαδευμένης διὰ θηριωδίαν καὶ ἀγριότητα ὑπάρξασαν ἐκ θυμοῦ καὶ ἀσπόνδου ἔχθρας. 2.320 Ἔστι πρὸς ἀναγωγήν, ἀνθρώπων διὰ τὸ δοκεῖν λόγῳ χρᾶσθαι μάταια πονούντων καὶ σπουδαζόντων μὴ εἶναι τὸν 74 μισθὸν εἰς ὄνησιν, ἀλλὰ καὶ μὴ ὑπάρχοντα τῶν δι' εὐήθειαν κτηνωδεστέρων, ὧν ἀπαγορεύων τὴν ἀλογίαν, εὐήθειάν τε καὶ ἀγριότητα, ὁ λόγος φησίν· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις.» 2.321 Πῶς γὰρ ὑπάρξειν οἷός τ' ἐστὶν ὁ μισθὸς τῶν σύνεσιν οὐκ ἐχόντων, τῶν σὺν ἀλογίᾳ πάντα πραττόντων; Κἄν ποτ' οὖν τινες ἄνθρωποι εἶναι δοκῶσιν, πάντα σὺν κακοτεχνίᾳ δρῶντες, ἀμισθὶ καὶ ἀνηνύτως ἐνεργοῦντες, ὀνήσιμον μισθὸν οὐκ ἔχουσιν, διὰ τὸ «μὴ εἰσέρχεσθαι σοφίαν εἰς τὴν κακότεχνον αὐτῶν ψυχήν, μ̣ηδὲ κατοικεῖν ἐν τῷ καταχρέῳ ἁμαρτίας σώματι», ὄνησιν μισθοῦ ἔχοντος τοῦ ὑπὲρ ἀρετῆς καὶ εὐσεβείας. 2.322 Τῇ ἐνεργαζομένῃ γοῦν ψυχῇ «τὴν μένουσαν εἰς αἰώνιον ζωὴν βρῶσιν» καὶ εἰς ἔργα μεταβαλλούσῃ τὰς ἁγίας ε᾿̣ν̣τολάς, ὁ «μισθαποδότης» Θεός φησιν· «Ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις.» Ἰσοδυναμούντως τῇ ἀμείψει ταύτῃ, περὶ τῶν ἀκαταισχύντων ἐργατῶν ὁ ἐν Χριστῷ Ἀπόστολος Παῦλος γράφει· «Ἕκαστος λήμψεται τὸν ἴδιον μισθὸν κατὰ τὸ αὑτοῦ ἔργον.» 2.323 Ἐπίστησον ἀκριβῶς εἰ μόνα τὰ διδόμενα ὑπὲρ ἐπαινετῶν ἔργων μισθὸς καλεῖται, τῶν ἐφ' ἁμαρτίαις προτινομένων κολάσεων, ἀλλ' οὐ μισθῶν, ὀνομαζομένων. 2.324 Τί δ' ἕψεται τοῦ μισθοῦ τῶν ἀνθρώπων εἰς ὄνησιν οὐκ ὄντος καὶ τοῦ μισθοῦ τῶν κτηνῶν οὐχ ὑπάρχοντος, ἢ ἀπὸ θλίψεως εἰρήνην μὴ εἶναι ἀπὸ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.