Commentarii in Zacchariam · §u19-rem-close

Unit 19 rem close

Rem CLOSEOUT: Unit 19 CLOSEOUT.

Greek

θείας πανηγύρεις ἐπιτελῶμεν, εἰρήνην βαθεῖαν καὶ σὺν αὐτῇ τὴν ἀλήθειαν ἀγαπῶντες. Ἔνθα γὰρ ἀταραξία λογισμῶν καὶ τεταγμένη κατάστασις ψυχῆς, τὸ τερπνὸν τῆς ἀληθείας καὶ τὸ κάλλος αὐτῆς ἐπιφαίνεται. Ὀπτάνεται δὲ ἡ ἀλήθεια μάλιστα ὅταν ἐκ τῆς ἀντακολουθήσεως τῶν ἀρετῶν γαλήνη ἀγάγῃ καὶ εἰρήνη πρυτανεύῃ, εὐφραινομένων καὶ ἱλαρίαν ἐχόντων τῶν τετυχηκότων τοσαύτης καὶ τοιαύτης εὐπαθείας. 3.36 Εἰκός τινα ἀπαιτήσειν πόθεν ἐστοχασάμεθα τὸν παρ' Ἑβραίους ἕβδομον εἶναι μῆνα, οὗ ἡ τετρὰς καὶ αἱ ἄλλαι ἕως τῆς δεκάτης ἡμέρας νηστεῖαι προσετάγησαν εἶναι, ἢ ἐκ τοῦ γεγραμμένου ἐπὶ τέλει τοῦ εἰς ἐξέτασιν προκειμένου προφήτου Ζαχαρία· «Καὶ ἑορτάσατε ἑορτὴν σκηνοπηγίαν»· αὕτη γὰρ οὐκ ἐν ἄλλῳ ἢ τῷ εἰρημένῳ μηνὶ νομίμως ἐπιτελεῖται, ὥσπερ καὶ ἡ τῶν σαλπίγγων, καὶ ἡ νηστεία. Ὅτι γὰρ καὶ ἡ νουμηνία τοῦ ἑβδόμου μηνὸς πανηγύρεώς ἐστιν ἑορτὴ σαφῶς ἀπὸ τοῦ Ψαλμοῦ ἔστιν μαθεῖν, τοῦ οὕτω ἔχοντος· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.» 3.37 Zach. VIII, 20®22: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. Καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἰερουσαλήμ, καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον Κυρίου. 3.38 Ὡς πρὸς ῥητὸν προαναφωνεῖ ὁ προφήτης, λόγου Κυρίου παντοκράτορος γεναμένου πρὸς αὐτόν, τὴν ὑπάρξουσαν ἀποκατάστασιν ἱλαρὰν καὶ πανηγυρικὴν τῇ τῶν Ἑβραίων πληθύι καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας καὶ μητροπόλει τῇ Ἰερουσαλήμ. Προσέταττε Θεὸς διὰ Μωϋσέως παντὶ τῷ Ἰσραὴλ τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ ἑορτάζειν αὐτῷ ἐν ᾧ ἐξελέξατο τόπῳ, οὐχ ἑτέρῳ τῆς Ἰερουσαλὴμ ὄντι, ἐξ οὗ συνέβαινεν ἀπὸ πασῶν τῶν πόλεων καὶ κωμῶν τῆς Ἰουδαίας συντόνως σπεύδειν ἐν τῇ μητροπόλει, ἐν ᾗ αἱ ἁγιστεῖαι πᾶσαι καὶ ἑορτάσιμαι μυστικαὶ σπουδαὶ ἐπετελοῦντο, ἅπερ πάντα τέλος ἔσχεν ἐν τῷ τῆς αἰχμαλωσίας καιρῷ, ἔξω τῆς θρεψαμένης ἐκριφέντων σχεδὸν τῶν Ἑβραίων πάντων. 3.39 Ταύτην τὴν οἰκτίστην καὶ ἀνιαρὰν κατάστασιν ὀλοφυρόμενος, ὁ τοῦ Θεοῦ προφήτης Ἰερεμίας ἐν τῇ βίβλῳ τῶν Θρήνων φησίν· «Ὁδοὶ Σιὼν πενθοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν.» Πῶς γὰρ οὐκ ἐπένθουν αἱ ὁδοὶ τῆς Σιὼν στερηθεῖσαι τῶν βαδιζόντων, οὐδενὸς σπεύδοντος ἔτι τὴν σπουδὴν ἔχειν ἐπὶ τὰ Ἱεροσόλυμα τοῦ ἑορτάσαι καὶ πανηγυρίσαι χάριν, καὶ τῶν πυλῶν ἠφανισμένων, κατασπασθεισῶν ὑπὸ τῶν κρατησάντων τυραννικῶς. 3.40 Ταύτῃ τῇ ἐρημίᾳ τῶν καλῶν ἀναγκαίως ἠκολούθησεν τοὺς ἱερέας στενάζειν, ὁρῶντας τὸν καιρὸν ἐν ᾧ ἔδει θεραπεύειν τὸν ἐκλεξάμενον Θεὸν πάσης ἱλαρᾶς προθυμίας ἔκτος ὄντα. Ταῦτα τὰ ἀηδῆ πεπαύσεσθαι ὅσον οὔπω προαναφωνῶν ὁ Ζαχαρίας λέγει· «Ἔτι ἥξουσιν λαοὶ πολλοί», ἐπὶ τὴν Ἰερουσαλὴμ δηλονότι· ἑβδομηκοστὸν γὰρ ἔτος ἤδη ἐνειστήκει τῆς αἰχμαλωσίας, ὡς παρ' αὐτοῦ ἔγνωμεν εὐκτικῶς πρὸς τὸν Θεὸν λέγοντος· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις τῆς Ἰουδαίας τοῦτο ἑβδομηκοστὸν ἔτος;» 3.41 Εὐθὺς ἐπινεύσαντος Κυρίου παντοκράτορος, πεφανέρωται τῷ εὐξαμένῳ ἡ εἰρηνικὴ ἀγωγὴ τῆς Ἰερουσαλήμ, ἔτι ὡς καὶ πρότερον ἐλεύσεσθαι λαοὺς πολλοὺς ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος, ἀρχὴν λαμβάνοντος πάλιν τοῦ· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ 84 ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου», καὶ τοῦ· «Οὐκ ὀφθήσει ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός», προσφέρων δηλαδὴ τὰ πρὸς τὴν ἱερουργίαν θύματα καὶ ἕτερα δῶρα καὶ τὰ πρὸς τὴν ἑορτάσιμον εὐωχίαν. 3.42 Τῆς οὕτω σπουδαζομένης ἱερᾶς συνελεύσεως τέλος κατάλληλον ὑπάρχει τὸ διὰ λιτῶν καὶ ἁγίων προσευχῶν ἐκζητεῖν ἐπιφάνειαν Κυρίου παντοκράτορος, ὀπτανομένου καὶ φανεροῦντος ἑαυτὸν νῷ διαυγεῖ καὶ ἁγιότητος μετέχοντι κατὰ τὸ ἐν μακαρισμοῖς ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ταύτῃ τῇ νοήσει συμφώνως ὁ θεσπέσιος Παῦλος Ἑβραίοις ἐπιστέλλει «μεταδιώκειν εἰρήνην καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον», ἐπείπερ ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ καὶ ἐπιφαίνεται τοῖς τηροῦσι τὰς ἐντολὰς αὐτοῦ. 3.43 Ἐν μὲν γὰρ τῇ Σαλομῶντος Σοφίᾳ φέρεται λέξις τοιαύτη· «Φρονήσατε περὶ τοῦ Κυρίου ἐν

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.