Commentarii in Zacchariam · §u20-open

Commentarii in Zacchariam Unit 20 opening

Unit 20.

Lemma-led open — Πορεύσομαι κἀγώ

Greek

ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ἐκζητήσατε αὐτόν, ὅτι ἐγγίζει τοῖς μὴ πειράζουσιν αὐτὸν καὶ ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.» Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ οὕτω λέγει· «Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» 3.44 Ἐπὶ τὸ οὕτως ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἤρχοντο οἱ πολλοὶ λαοὶ ἐν τῇ Ἰερουσαλήμ, οὐχ ἵνα Θεὸν εὕρωσιν ἐν τόπῳ καὶ ναῷ διατρίβοντα, ἀλλ' ἵνα εὐχὰς εὐπροσδέκτους ἀναπέμψαντες, νόησιν εὐσεβῆ καὶ φρόνημα ὀρθὸν περὶ τοῦ ἐκζητουμένου καὶ ἐξευμενιζομένου Κυρίου παντοκράτορος σχῶσιν. 3.45 Ῥηθείη πρὸς ἀναγωγὴν ἕκαστον τῶν τοῦ προφήτου περὶ τῆς Ἐκκλησίας τῆς ἐνδόξου καὶ ἡγιασμένης ὑπὸ τοῦ παμβασιλέως Σωτῆρος, δοξάσης ἐν τοῖς καιροῖς τῶν διωγμῶν πάσης ἱλαρᾶς καὶ εἰρηνικῆς καταστάσεως, ὅσον ἐπὶ τοῖς πορθήσασιν, γεγενῆσθαι ἐκτός, τὸ πολλοὺς λαοὺς πάλιν ἐλεύσεσθαι πρὸς αὐτὴν καὶ κατοικοῦντας πόλεις πολλάς, τὰς κατὰ διαφόρους παροικίας ἐκκλησίας, ὡς τοὺς ἁπανταχοῦ ἐν ταῖς προειρημέναις πόλεσιν κατοικοῦντας εὐσεβεῖ φρονήματι καὶ ἀνεπιλήμπτῳ βίῳ εἰς μίαν πόλιν ἐκ πλειόνων συνελεύσεσθαι, ἐπὶ τῷ ἐξευμενίσασθαι καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου καὶ ἐκζητῆσαι αὐτὸ δι' εὐπροσδέκτων προσευχῶν καὶ ζητήσεων τῶν ὑπὲρ τοῦ ὀφθῆναι Θεόν. 3.46 Καὶ ἐπεὶ ἐράσμια καὶ πολυπόθητα τὰ προαναφωνηθέντα, καὶ αὐτὸς ὁ προφήτης λαβὼν ἔρωτα τῶν ἐλπιζομένων, συνελθεῖν ὠρέχθη τοῖς συνελθοῦσιν ἐπὶ τὸ αὐτὸ λαοῖς πολλοῖς καὶ κατοικοῦσιν ἐν πλείοσιν πόλεσιν· «Πορεύσομαι κἀγώ», φησίν. 3.47 Πιστοποιεῖται δὲ τὰ πλήθη ὡς ἐπὶ τὸ πλεῖστον ὡς προθύμως προσδοκᾶν τὰ προθεσπισθέντα, ὅταν ὁ προειπὼν προκατάρξηται σπεύδειν ἐπὶ τὰ προαναφωνηθέντα. 3.48 ∆υνατὸν ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι τό· «Πορεύσομαι κἀγώ»· αὐτοῦ γὰρ πορευομένου ἐφέπονται αὐτῷ οἱ πρὸς οὓς ἡ ἐπαγγελία, κατὰ τὸ λεχθέν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ, ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ», ὡς καὶ τὸν Πατέρα αὐτὸν φάσκειν· «Ἐγὼ ἤγειρα αὐτὸν βασιλέα· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων.» 3.49 Τί δὲ ὑπάρξεται οἰκοδομηθείσης τῆς καλλιπόλεως καὶ ἐπιστραφέντος τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, ἢ τὸ ἁπανταχόθεν ἥκειν λαοὺς πολλοὺς καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητῆσαι τὸ πρόσωπον αὐτοῦ, ὅπερ ἐστὶν «εἰκὼν» αὐτοῦ, τυγχάνοντος «ἀοράτου Θεοῦ», καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», ὡς τὸν προσβαλόντα αὐτῷ νῷ καθαρῷ ὁρᾶν τὸν Πατέρα, τὸν ἀόρατον Θεὸν δηλονότι. «Ὁ γὰρ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα», τοῦ ἰδεῖν τὸν Υἱὸν πόθον ἐχόντων καὶ τῶν ἀγγέλων. 3.50 Εἴρηται ἐν Εὐαγγελίῳ ὡς οἱ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ «τὸ πρόσωπον διὰ παντὸς βλέπουσιν τοῦ ἐν τοῖς οὐρανοῖς Πατρός», ὅπερ 85 θεάσασθαι γλιχόμενοι καὶ οἱ ἐν ἀνθρώποις ἅγιοί φασιν· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.» Πρὸς ταύτην τὴν αἴτησιν ἐπινεύσαντος τοῦ παρακληθέντος προαναφωνοῦν τὸ ἅγιον Πνεῦμά φησιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» 3.51 Τούτου τὸ πρόσωπον ἐκζητήσαντες καὶ εὑρόντες, ἐμφανίσαντος αὐτὸ τοῦ γεννήσαντος, ἀγαλλιώμεθα ἐξιλασκόμενοι, φανέντος αὐτοῦ ἡμῖν μετὰ αὐταρκῆ ζήτησιν αὐτοῦ. 3.52 Πῶς ἐκ πόλεων εἰς μίαν πόλιν τὴν ἄνω Ἰερουσαλὴμ συνέρχονται οἱ ἐξιλασκόμενοι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητοῦντες αὐτὸ ἐπιστατέον. 3.53 Καὶ ὅρα εἰ οἱ ἐν πλείοσιν προκοπαῖς τῶν ἀρετῶν καὶ γνώσεως τῆς ἀληθείας φθάσαντες πλειόνων πόλεών εἰσιν πολῖται, μεθ' ἃς ἔτι διαβάντες εἰς τὴν ὡσανεὶ μητρόπολιν, τὴν τελειοτάτην Θεοῦ γνῶσιν, ἐν τῇ ἐπουρανίῳ πολιτε̣ύονται Ἰερουσαλήμ. Ἀποδράσης λύπης, ὀδύνης, στεναγμοῦ ὡς αἰώνιον

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.