Commentarii in Zacchariam · §u19-rem-early

Unit 19 rem early

Rem early: Unit 19; lemma and argument toward the thesis.

Greek

προκειμένῳ προφήτῃ, Μαλαχίας ὄνομα αὐτῷ· ἔχει δὲ ἡ λέξις αὐτοῦ οὕτως· «Χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ», μαθεῖν ποθοῦντες παρὰ θείου διδασκάλου ἃ δεῖ γινώσκειν ὀρθόδοξα δόγματα καὶ μυστήρια τῆς βασιλείας καὶ νόμον ἀπαγορεύοντα τὰς ἀδικίας καὶ προστάττοντα τὰ τῶν ἀρετῶν παιδεύματα. 3.12 Μαθόντες ποῖοι οἱ λόγοι γίνονται πρακτικῶς ὑπὸ τῶν προσηκαμένων, ἐπιστήσωμεν ποῖοι πρὸς γνῶσιν καὶ ἀλήθειαν ἔχουσιν. 3.13 ∆ιδάσκων Μωϋσῆς ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», εἶπεν τὸν λόγον τοῦτον ἵν' ἀληθῶς γινώσκωμεν τὴν κτίσιν καὶ τὸν δημιουργὸν αὐτῆς· καὶ ὅσοι ἄλλοι λόγοι τῆς Κοσμοποιίας ἀνεγράφησαν, οὐχ ἵνα ποιῶμεν ἀλλ' ἵνα θεωρῶμεν αὐτοὺς, εἴρηνται· καὶ ἐπὶ πάσης δὲ τῆς θεοπνεύστου γραφῆς ἔρρωται ἡ παίδευσις αὕτη. 3.14 Καὶ αὐτὸς γοῦν ὁ Σωτήρ, ἐν τοῖς Εὐαγγελίοις, ὅπου μὲν 81 προστάττει οὓς δεῖ ποιεῖν λόγους, ὅπου δὲ παραδίδωσιν οὓς γινώσκειν καὶ θεωρεῖν προσήκει. Τὸ γὰρ λεγόμενον ὑπ' αὐτοῦ· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· καὶ πάλιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι καθ' ἡμέραν», τοῦ πράττεσθαι χάριν εἴρηνται, ὡς αὖ καὶ τό· «Ἐλεᾶτε, καὶ ἐλεηθήσεσθε», καὶ ὅσα ἄλλα παραγγέλματα τῆς αὐτῆς ὑπάρχει δυνάμεως. 3.15 Τὸ μέντοι· «Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν», καὶ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», καὶ ἔτι· «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακεν τὸν Πατέρα», καὶ ὅσα ἄλλα θεολογεῖται ἐν ἀμφοτέραις ταῖς διαθήκαις, τοῦ θεωρεῖσθαι καὶ γνῶσιν αὐτῶν ἔχειν ἀληθῆ καὶ εὐσεβῆ ἐλαλήθησάν τε καὶ ἀνεγράφησαν. 3.16 ∆εῖξαν τὸ ἅγιον Πνεῦμα τίνες οἱ λόγοι οὓς δεῖ ποιεῖν, καὶ ἕκαστον ἰδίᾳ καὶ κατ' εἶδος διαγορεύει. Τὸ γάρ· «Ἕκαστος ἀλήθειαν λαλείτω πρὸς τὸν πλησίον», ἵν' οὕτω πράττηται γέγραπται. Ὅπερ σαφηνίζων ὁ ἐν Χριστῷ Παῦλος προτρέπεται τοὺς πιστοὺς εἰς τὴν τήρησιν τῆς ἐντολῆς, φήσας ἀριδηλότατα· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον ἑαυτοῦ.» 3.17 Καὶ πρὸ τοῦ Ἀποστόλου δὲ παραδέδωκεν ὁ Σωτὴρ τὸ ἀνωμότως ἀληθεύειν, εἰπών· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ' ἔστω ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ.» Μάλιστα δὲ τοῦτο φυλάττεται ἑκάστου λαλοῦντος ἀλήθειαν πρὸς τὸν πλησίον· οὕτω γὰρ πᾶς ψευδὴς λόγος καὶ ὅρκος οἰχήσεται, ᾧ ἕπεται ἀκριβεστάτη καὶ τελεία φιλαλληλία. 3.18 Πρὸς τῷ ἀλήθειαν λαλεῖν πρὸς τὸν πλησίον ἑαυτοῦ ἕκαστον, καὶ κρίμα εἰρηνικὸν γενήσεται, οὐ διαστασιαζόντων ἔτι καὶ πλεονεκτεῖν καὶ ἀδικεῖν τῶν ἀνθρώπων σπουδαζόντων. Πῶς γὰρ οἴονται ἔτι μάχας καὶ ἀδικίας ἐγείρεσθαι, ἑκάστου ἀλήθειαν πρὸς τὸν πλησίον ἀπαγγέλλοντος; 3.19 Ταὐτὸν τὸ εἰρηνικὸν τῷ δικαίῳ κρίματι τυγχάνει, περὶ οὗ διὰ πλειόνων θεωρία ἐν τοῖς πρότερον γεγένηται. 3.20 Λέγει δὲ τὸ τοιοῦτο κρίμα οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν ἑτέραις γραφαῖς, ἐν ταῖς τῶν Ἑβραίων πύλαις τελεῖσθαι. Εἴρηται γὰρ ἐν ἑτέρῳ προφήτῃ· «Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο», οἱ ἀσεβεῖς δηλονότι. Περὶ γὰρ αὐτῶν τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε.» Βδελύσσονται γὰρ τὸν ὅσιον λόγον, οὐ πράττοντος τοῦτο τοῦ ἀπαρχομένου ἔχειν σοφίαν· ἀγαπᾷ γοῦν τὸν ἐλέγχοντα καὶ τὸν γνωρίζοντα τὸ μὴ πρακτέον τῷ σπεύδοντι εἶναι δικαίῳ. 3.21 Καὶ ἐπεὶ ἀεὶ μισοῦσιν τοὺς πεπιστευμένους τὸ ἐλέγχειν ἐν πύλαις, ἐπαγγέλλεται ὁ λόγος ἀποκαταστήσειν ἐν πύλαις κρίμα ἐπὶ τὸ ἀγαθὸν καὶ ὠφέλιμον, μεταβολῆς γινομένης. 3.22 Ζητήσειεν ἄν τις τίνος ἕνεκα οὐκ ἐν ἑτέρῳ τόπῳ ἢ μέρει τῆς πόλεως, ἀλλ' ἐν ταῖς πύλαις αὐτῆς τὰ κρίματα καὶ οἱ ἔλεγχοι ἐτελοῦντο. Πρὸς ὃ λεκτέον ἐνδόξως καὶ πιθανῶς, ἐπεὶ διὰ τῆς πύλης ἔξοδος γίνεται ἀπὸ τῆς πόλεως καὶ εἴσοδος εἰς αὐτήν, εἰκότως ἐκεῖ καθέζεσθαι τοὺς κριτὰς ἐπὶ τῷ ἐξετάζειν τοὺς βίους τῶν πολιτῶν, ἵνα τοὺς ἐλεγχομένους ἐφ' οἷς ἐγκαλοῦνται ῥᾷστα ἐκβάλλωσιν, τῶν καθαρὰν πολιτείαν ἐχόντων ἐκ τῶν ἐλέγχων φανερωθεῖσαν ἔνδον μενόντων καὶ ἔτι μᾶλλον ἔνδον γινομένων τοῦ ἄστεως. 3.23 Πρὸς διάνοιαν ἀνηγμένην, ταύτης ἠξίωνται τῆς προεδρίας καὶ τῆς τοῦ κρίνειν καθέδρας οἱ ὑπὸ Ἰησοῦ λαβόντες «τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν», ἵνα τοὺς ἄξια τοῦ δεθῆναι δεδρακότας ἔξω βάλλωσιν, τοὺς δὲ μὴ σφιγχθέντας δέσμοις τῆς ἁμαρτίας, ἀλλὰ στερομένους αὐτῶν, εἰσαγάγωσιν. 3.24 Τότε δὲ μάλιστα τὸ εἰρηνικὸν ἐπιτελεῖται κρίμα, ὅταν «ἕκαστος τὴν κακίαν τοῦ πλησίον μὴ λογίζηται», ἀμνησικακίαν ἄκραν

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.