Commentarii in Zacchariam Unit 19 opening
Unit 19.
Lemma-led open — Ὁ Κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου γνῶσις καὶ σύνεσις.
Greek
3.t 1Τόμος Γʹ 1 .3.1 Ὁ ἀψευδὴς Θεός, πηγὴ καὶ πατὴρ τῆς ἀληθείας ὑπάρχων, οὐ διαλείπει ποτὲ παιδεύων καὶ διδάσκων τοὺς ἑτοίμως παραστήσαντας ἑαυτοὺς πρὸς τὸ χωρεῖν τὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα· λόγον γοῦν σοφίας καὶ λόγον γνώσεως ἀμελλητὶ παρέχει τοῖς ποθοῦσιν δέξασθαι· εἴρηται γοῦν ἐν ἐπιστολῇ τοῦ Ἰακώβου· «Λείπεταί τις οὖν ὑμῶν σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ καὶ μὴ ὀνειδίζοντος· αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος.» 3.2 Συνᾴδει τὸ παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁ Κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου γνῶσις καὶ σύνεσις.» Ὁ κατὰ τὴν θεόπεμπτον σοφίαν ἀποδεικνύμενος σοφὸς τρισμακάριός ἐστιν, διδάσκαλον ἔχων τὸν τῶν ὅλων Θεόν· «Μακάριος γάρ, φησίν, ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.» Τοῦτον 80 παιδευτὴν ἐπόθησαν ἔχειν οἷς ὁ Κύριος καὶ Σωτὴρ εἶπεν· «Ὑμεῖς φωνεῖτέ με· ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.» 3.3 Ὑπάρξεται ἡ δωρεὰ αὕτη καὶ ἡμῖν διὰ ἀδιάλειπτον εὐχὴν τῶν ἀναπεμπόντων ὑπὲρ ἡμῶν, σοφία καὶ «λόγος ἐν ἀνοίξει τοῦ στόματος», ὥστ' ἀμέμπτως καὶ ὡς δεῖ ἐκλαβεῖν τὰ ἑξῆς τοῦ ἐκκειμένου προφήτου, ἀρχόμενα ἐνθένδε. 3.4 Zach. VIII, 16®17: Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν. Καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ. 3.5 Τῶν τοῦ Θεοῦ λόγων οἱ περὶ ἠθικῆς καὶ πρακτικῆς ἀρετῆς ὄντες ποιεῖσθαι δύνανται, τῶν γνωστικῶν καὶ ἐποπτικῶν ἐχόντων τὸ θεωρεῖσθαι πρὸς τῶν ἐποπτικῶν καὶ διορατικῶν ἀνδρῶν. 3.6 Θεοῦ γοῦν διὰ τοῦ ἱεροφάντου Μωϋσέως πολλὰ ἐντειλαμένου ἵνα ἔργα κατὰ ἀρετὴν γίνωνται, οἱ συνέντες τοὺς δοθέντας λόγους μεγαλοφώνως ὡμολόγησαν μεταβαλεῖν εἰς ἔργα τὰ παρηγγελμένα, φήσαντες τῷ διακόνῳ τῶν θείων χρησμῶν· «Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ ἀκουσόμεθα.» 3.7 Ἐπειδὴ δὲ προσήκει τοὺς ἠθικοὺς λόγους πρὸς τῷ ποιεῖν καὶ νόησιν αὐτῶν ἔχειν, ἵνα δικαίως τὸ δίκαιον διωχθῇ, καὶ σωφρόνως τὸ σωφρονεῖν, ἀνδρείως τε καὶ φρονίμως τὰ ἀνδρεῖα καὶ φρόνιμα, –οὕτω γὰρ κατορθωθείη σὺν νοήσει ἀνύεσθαι τὰς πρακτικὰς ἀρετάς–ἀμέλει γοῦν καὶ τοὺς Ἰησοῦ λόγους ἀκούειν καὶ ποιεῖν δεῖ, αὐτοῦ τοῦτο διαγορεύοντος· «Ὁ πρὸς ἐμὲ ἐρχόμενος καὶ ἀκούων τοὺς λόγους μου καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ», καὶ τὰ ἑξῆς. 3.8 Τότε δὲ μάλιστα τὸ γίνεσθαι ἔχουσιν οἱ λόγοι ὑπὸ τῶν ἀκροωμένων, ὅταν ὁ παιδευτὴς πράττῃ ἃ ἑτέροις λέγει· περὶ τοῦ τοιούτου ὁ Κύριος λέγει· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ τοὺς ἀνθρώπους, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», τοῦ μὴ πράττοντος ἃ ἑτέροις παρακελεύεται ποιεῖν ἐλαχίστου τυγχάνοντος, ἐπείπερ λέγων μὴ μοιχεύειν τοῦτ' ἐνεργεῖ καὶ κλοπὴν ἀπαγορεύων ἐνέχεται αὐτῇ, ἀλλὰ καὶ ἱεροσυλεῖ τὰ εἴδωλα βδελυσσόμενος· 3.9 ἢ οὐχ ἱεροσυλεῖ ὁ βλάπτων 3.9 διὰ σκανδάλου τοὺς ἀναθέντας ἑαυτοὺς τῇ θεοσεβείᾳ δίκην ἐμψύχων θείων ἀγαλμάτων; Ὁ γὰρ βλάπτων τοὺς τοιούτους πράξει χειρίστῃ καὶ ἀσεβέσι φρονήμασι ἀληθῶς ἱεροσυλεῖ διὰ τοῦ παραβαίνειν τὸν νόμον ἐν ᾧ καυχᾶσθαι δοκεῖ, τὸν Θεὸν ἀτιμάζων. Ἵν' οὖν μὴ κακός τις ᾖ διδάσκαλος, ἃ παιδεύει ἠθικὰ μαθήματα ἔργοις ἐπιδεικνύσθω· οὕτω γὰρ ἔσται «ἐργατὴς ἀνεπαίσχυντος». 3.10 Ταύτῃ τῇ γνώμῃ γράφει τῷ ἑαυτοῦ μαθητῇ ὁ Ἀπόστολος «ἀφθορίαν ἔχειν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον». Ἢ οὐχ ὑγιῆ, ἀκατάγνωστον λόγον ἔχει; πράττων γὰρ ἃ ἄλλοις ὑπαγορεύει καὶ φρονῶν ἃ ἄλλους δοξάζειν παρασκευάζει, ὑγιῆ, ἀκατάγνωστον ἔχει τῆς διδασκαλίας τὸν λόγον. 3.11 Τούτου τοῦ βίου, τοῦ πρακτικοῦ καὶ γνωστικοῦ φημι, μεταποιεῖσθαι βούλεται τὸν ἀληθῆ θεραπευτὴν τοῦ Θεοῦ τὸ ἑξῆς τῷ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.