Unit 20 rem close
Rem CLOSEOUT: Unit 20 CLOSEOUT.
Greek
ἐσομένων γνῶσιν· τούτῳ τῷ τρόπῳ ὁ Ἁμβακοὺμ κατεχόμενος λῆμμα θεῖον τεθέαται· γέγραπται γὰρ περὶ αὐτοῦ· «Λῆμμα Κυρίου εἶδεν Ἁμβακοὺμ ὁ προφήτης.» Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς οὕτω θεοφορίας λῆμμα λόγου Κυρίου ἀπήγγελται. 3.76 Τί δὲ τὸ λῆμμα τοῦ λόγου καὶ περὶ τίνων βούλεται λέγειν; 3.77 Ἐν τῇ γῇ, φησίν, τοῦ Σεδρὰκ καὶ ∆αμασκοῦ καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις ∆αμασκοῦ γίνεται, ἐφορῶντος Θεοῦ τοὺς ἀνθρώπους καὶ τὰς τοῦ Ἰσραὴλ φυλάς. Μακάριον δ' ἐστὶν τὸ ὑπὸ Θεοῦ ὁρᾶσθαι, κατὰ τό· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους», καὶ τὸν εὐχόμενον τούτου τυχεῖν φάσκοντα εὐκτικῶς· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» 3.78 Ἐπίστησον εἰ δύναται ἡ γῆ τοῦ Σεδρὰκ τὴν τοῦ παλαιοῦ λαοῦ δεικνύναι πληθύν, πεπιστευκότων εἰς τὸν Σωτῆρα λέγοντα· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Ὁ δὲ ∆αμασκὸς αἰνίττεται τοὺς ἀπὸ εἰδώλων κεκλημένους· πολλὴ γὰρ δεισιδαιμονία σπουδάζεται τοῖς ∆αμασκηνοῖς. 3.79 ∆ιὸ καὶ ἀπεναντίως ἔχοντες τοῖς εὑροῦσιν ἀνάπαυσιν ταῖς ψυχαῖς αὐτῶν ὑπὸ τοῦ Σωτῆρος πρᾴου καὶ ταπεινοῦ ὄντος τῇ καρδίᾳ, ὠμόθυμοι καὶ ἐξηγριωμένοι, φονῶντες κατὰ τῶν πέλας εἰσίν. ∆ιὸ «αἷμα πίνοντες» προσαγορεύονται Ἑλλήνων φωνῇ καὶ «αἷμα σάκκου», φόνου πλήρης τυγχάνοντες, ὡς εἶναι ἀνθρώπους ἐφορωμένους ὑπὸ Κυρίου παντοκράτορος, τοὺς ἀπὸ τῶν ἐθνῶν προσεληλυθότας τῇ 88 πίστει, μεθ' οὓς δεύτεροι τυγχάνουσιν οἱ ἀπὸ τῶν φυλῶν τοῦ Ἰσραήλ. 3.80 Πάντες οἱ μνημονευθέντες, πρὸ τῆς θείας κλήσεως ἄγριοι τυγχάνοντες, ἐν τοῖς ὁρίοις τῆς ∆αμασκηνῶν γῆς ἐτύγχανον, οὕσπερ ἔτι παιδίον ὢν Ἰησοῦς ἐπρονόμευσεν, λαβὼν «τὰ σκῦλα Σαμαρείας καὶ τὴν δύναμιν ∆αμασκοῦ ἀπέναντι βασιλέως Ἀσσυρίων». 3.81 Ὅρα εἰ ταύτην τὴν νίκην τοῦ νηπίου τοῦ μήπω ἔχοντος ἡλικίαν «καλεῖν πατέρα ἢ μητέρα» αἰνίττεται ἡ κλῆσις τῶν ἀπὸ ἀνατολῆς μάγων ἐλθόντων ἀπὸ ἀνατολῶν ἐπὶ τὰ Ἱεροσόλυμα προσκυνῆσαι τῷ τεχθέντι ἐκεῖ βασιλεῖ, ποδηγούμενοι ὑπὸ ἀστέρος φανέντος αὐτοῖς, ὡς διαγορεύει τὸ κατὰ Μαθθαῖον Εὐαγγέλιον. 3.82 Zach. IX, 2®4: Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα. Καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν. ∆ιὰ τοῦτο Κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται. 3.83 ∆ιὰ τῶν ἐκκειμένων ὀνομάτων ἡ πάντων τῶν ἐθνῶν κλῆσις σημαίνεται. Πάνυ γὰρ εἰδωλολάτραι τυγχάνουσιν Τύριοι καὶ Σιδώνιοι. Τὸ γὰρ λεγόμενον ἐν ἑνὶ τῶν Ψαλμῶν· «Προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις», τὴν κλῆσιν αἰνίττεται τῶν «ἐλπίδα μὴ ἐχόντων, καὶ ἀθέων ἐν κόσμῳ» ἐθνῶν τὴν ἐπιστροφήν. Κατὰ τὴν αὐτὴν νόησιν ἐκλημπτέον καὶ τὸ ἐν ἑτέρᾳ ᾠδῇ ἔχον οὕτω· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.» Τότε γὰρ τότε γίνονται ἐν τῇ δεδοξασμένῃ Θεοῦ πόλει, ὅταν ἐπιστραφῶσιν ἀφ' ἧς εἶχον ἀσεβείας καὶ δεισιδαιμονίας οἵ τε ἀλλόφυλοι, Τύριοί τε καὶ λαὸς Αἰθιόπων, ἵνα μερὶς καὶ κλῆρος Θεοῦ χρηματίσωσι, ἀποπαθόντες τὴν ἀλλοφύλων πλάνην καὶ τὴν Τυρίων καὶ Αἰθιόπων εἰδωλολατρείαν. 3.84 Πειρατέον εἰς τὰ προκείμενα καὶ τὰ ἐν Εὐαγγελίῳ συμπαραλαβεῖν οὕτως ἔχοντα· «Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.» Τῶν γὰρ τεραστίων Ἰησοῦ δυνάμεων ἐπιτελεσθεισῶν, οὐ μετενόησαν οἱ τῆς Χοραζὶν καὶ Βηθσαϊδὰ πολῖται ὄντες Ἰουδαῖοι, μετεγνωκότων ἂν Τυρίων καὶ Σιδωνίων εἰ παρ' αὐτοῖς ἐγεγόνεσαν· πλὴν εἰ καὶ τότε μὴ εἶδον τὰς παραδόξους Ἰησοῦ δυνάμεις, ἀλλ' ὕστερόν ποτε θεασάμενοι αὐτάς, πιστεύσαντες τῷ ἐπιτελέσαντι ἐληλύθασιν εἰς μετάνοιαν. 3.85 Τὴν ἐσομένην γοῦν αὐτῶν κλῆσιν δηλοῖ καὶ ἡ προκειμένη προφητεία οὕτως ἔχουσα· «Τύρος καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα», ἀλαζονευομένη ὡς «οἰκοδομῆσαι ὀχυρώματα» ἃ ἔδοξεν εἶναι ἀκαθαίρετα· σοφιστικοὶ δὲ καὶ ἐριστικοὶ λόγοι τυγχάνουσι ταῦτα, ἐφ' οἷς μέγα φρονοῦσα δυσάλωτος καὶ ἀήττητος ὑπελάμβανεν ὑπάρχειν. Περὶ τῶν τοιούτων φρουρίων σπουδαζομένων τοῖς ἑτεροδόξοις, ὡς καθαιρεθησομένων ὑπὸ τῶν ὑπὸ Θεῷ στρατευομένων, γράφει ὁ Ἀπόστολος· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Οὐ γὰρ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.