Unit 20 rem mid
Rem mid: Unit 20; lemma continues; reading with the letter.
Greek
ψηλαφῆσαι τοῦ τῆς ζωῆς Λόγου. Πάντες οὖν ὅσοι ποτ' ἂν ὦσιν οἱ τοῦ εὐαγγελίου μαθηταί, ὅταν ἀδιαφθόρους ἔχωσιν τὰς αἰσθήσεις, τάς τε ἔξω καὶ τὰς ἔνδον, δέκα παρθένοι τυγχάνουσιν ὑπὸ τοῦ Χριστοῦ βασιλευόμενοι· εἰ δέ ποτε ἐκ ῥαθυμίας ἀφέντες τινὲς τὰς τοῦ ἔσω ἀνθρώπου αἰσθήσεις κατὰ μόνας τὰς θνητὰς ἐνεργοῖεν, μωραὶ πέντε παρθένοι γενήσονται, μόνοις τοῖς αἰσθητοῖς ἐπανέχουσαι, ὡς καὶ τοῦ φωτὸς αὐτῶν οὐ τρεφομένου, ἐλαίου σβέσις καὶ ἐπίλειψις ἔσται. 3.64 Κατὰ τὸν εἰρημένον τρόπον ἐκ πασῶν γλωσσῶν καὶ ἐθνῶν ἄνδρες δέκα τυγχάνουσιν πορευόμενοι μετὰ τοῦ ἀληθινοῦ Ἰουδαίου οἱ ἀμφότερα τὰ γένη τῶν αἰσθήσεων ἄχραντα καὶ ἀδιάφθορα φυλάξαντες, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου· «Ἡ χάρις» καὶ εἰρήνη ἔσται «μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Χριστὸν ἐν ἀφθαρσίᾳ.» 3.65 Εἰκὸς τοὺς τοῦ γράμματος φίλους νομίσαι ἄνδρας δέκα εἶναι τοὺς εἰς ἔργα μεταβαλόντας τὴν δεκάλογον διακονηθεῖσαν ὑπὸ τοῦ μεγάλου ἱεροφάντου· ἀλλὰ καὶ χριστιανοὺς τοὺς τὸ ὄνομα τοῦ Ἰησοῦ ἔχοντας ἀρχόμενον ἀπὸ τοῦ δεκάτου στοιχείου καὶ παρ' Ἕλλησιν καὶ Ἑβραίοις· οὐ μόνον γὰρ ἐν τοῖς ἑλληνικοῖς ἀλλὰ καὶ τοῖς Ἑβραίων στοιχείοις τὸ ι δέκατόν ἐστιν. 3.66 Ὅπως δὲ ἀβίαστος φανῇ ἡ ἐπιστημονικὴ θεωρία τῶν ἀριθμῶν καὶ κατὰ τὴν θεόπνευστον γραφήν, πολλὰ μὲν ἔστιν παραγαγεῖν· ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος συγχρήσασθαι λέξεσιν Παύλου τοῦ ἀποστόλου καὶ Ἰωάννου τοῦ ἠγαπημένου ὑπὸ τοῦ Ἰησοῦ μαθητοῦ. Ὃ μὲν γὰρ Ῥωμαίοις γράφει τὸν Θεὸν εἰρηκέναι· «Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ βάαλ», ὃ δὲ «ἕπεσθαι τῷ ἀρνίῳ», δηλαδὴ τῷ Σωτῆρι, «παρθένων ἑκατὸν τεσσεράκοντα τέσσαρας χιλιάδας, μετὰ γυναικῶν μὴ μεμολυσμένων». 3.67 Οὐ γὰρ δυνατὸν ταῦτα ἐπὶ ἱστορίας λαβεῖν· πῶς γάρ, τοσούτου πλήθους καταλιπόντος θεοσεβῶν ἀνδρῶν, ὁ μέγας προφήτης Ἠλίας ἠγνόει, ὡς φάναι· «Ἐγὼ ὑπολέλειμμαι μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν»; Πῶς δὲ καὶ τοσαύτας χιλιάδας παρθένων μάλιστα ἀνδρῶν ἐπὶ ῥητοῦ ἔστι λαβεῖν, τότε μάλιστα ὅτε τὰ τῆς ἀναλήμψεως τοῦ Σωτῆρος οὐ πρὸ πολλοῦ ἐγεγόνει, ὡς τὸν Ἰωάννην ἀκμὴν ἐν ἀνθρώποις εἶναι; 3.68 Ἀλλὰ μὴν ἕκαστον τούτων ἀληθῶς 87 γέγονεν οὐ πάντως τῶν ἀριθμῶν ἐπὶ αἰσθήσεως λαμβανομένων. Ἑπτάκις μὲν γὰρ χίλιοι ἄνδρες μὴ κάμψαντες γόνυ τῇ βάαλ τυγχάνουσιν οἱ μυστικῶς ὑποκείμενοι τῷ σαββατισμῷ τῷ ἀποκειμένῳ τῷ λαῷ τοῦ Θεοῦ, ἔχοντες οἰκειότητα πρὸς τὴν χιλιάδα καὶ τὴν ἀπ' αὐτῆς συνισταμένην ἑβδομάδα. Πολλαχοῦ γὰρ ἔστιν ἰδεῖν τὸν χίλια ἀριθμὸν θεοπρεπῶς μνημονευόμενον, ὥσπερ καὶ ἐν τῷ περὶ Θεοῦ ἀπαγγελλομένῳ οὕτως· «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκην λόγου αὐτοῦ, οὗ ἐνετείλατο τῷ Ἀβραὰμ εἰς χιλίας γενεάς.» Κατ' οὐδὲν γὰρ τῶν σημαινομένων χίλιαι ὑπάρξουσι γενεαὶ μέχρι τῆς τοῦ κόσμου συντελείας, ὡς ἐντελέστερον προηγουμένως ἐν ἄλλοις ἀποδέδεικται. 3.69 Ἐκ ταύτης οὖν τῆς μυστικῆς χιλιάδος ἑβδομὰς συνίσταται, καθ' ἣν οἱ γνησίως θεοσεβοῦντες μόνον τὸν τῶν πάντων αἴτιον γονυπετοῦσιν. 3.70 Ἀλλὰ καὶ οἱ ἀκολουθήσαντες παρθένοι μετὰ γυναικὸς οὐ μεμολυμμένοι ὑπόκεινται τῷ ἑκατὸν τεσσαράκοντα τέσσαρες ἀριθμῷ τῶν χιλιάδων. 3.71 Ἔτι δὲ μάλιστα τὸ ἀπίθανον τῆς ἱστορίας φανεροῦται ἐκ τοῦ τεταγμένως ἀφ' ἑκάστης φυλῆς τοῦ Ἰσραὴλ δώδεκα χιλιάδας παρθένων ἀνδρῶν συμπληροῦσθαι· τάχα οὐδὲ ἐκ πάσης τῆς ἀνθρωπότητος τοσοῦτον ἀριθμὸν οἷόν τε συμπληροῦσθαι διὰ Χριστὸν ἀγαμούντων ἔτι τοῦ Ἰωάννου ἐπὶ γῆς διατρίβοντος. 3.72 Ἐπεὶ οὖν τὰ τῆς λέξεως ἀδυνάτως ἔχει, φαμὲν τοσαύτας εἶναι χιλιάδας τῶν ἀμολύντως καὶ ἀμώμως βιούντων διὰ τὴν ἀρετὴν τὴν προσοῦσαν τῷ ἀριθμῷ· ἔστι γὰρ τετράγωνος, οὗ πᾶσα πλευρὰ δωδεκάς ἐστιν χιλιάδων, πολλῆς καὶ τούτου τοῦ ἀριθμοῦ προνομίας οὔσης, ὡς τῷ ἀναλέξαντι ἀπὸ τῆς γραφῆς ἔσται δῆλον. 3.73 Σαφήνεια δὲ ἀναντίρρητος περὶ τούτων γέγονεν ἐν τοῖς ὑπομνήμασιν τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου καὶ τῆς πρὸς Ῥωμαίους Παύλου ἐπιστολῆς, ἅπερ ὁ ἀναγνοὺς ὄψεται τὰ περὶ τῶν ἀριθμῶν θεῖα θεωρήματα ἐπεσπαρμένα τῇ γραφῇ, τῇ τε πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος, αὕτη δ' ἐστὶν ἡ καλουμένη παλαιὰ διαθήκη, καὶ τῇ μετὰ τὴν δεῦρο τοῦ Χριστοῦ ἄφιξιν, προσαγορευομένῃ καινῇ. 3.74 Zach. IX, 1®2: Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδρὰκ καὶ ∆αμασκοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς. 3.75 Οἱ ἅγιοι ὑπηρέται ὄντες τοῦ θείου λόγου λαμβάνουσιν αὐτὸν Θεοῦ διδόντος, ὡς θεολημπτουμένους κατὰ τὸν ἐν Χριστῷ λαλοῦντα κηρύττειν τὴν τῶν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.