Unit 21 rem close
Rem CLOSEOUT: Unit 21 CLOSEOUT.
Greek
ἰδίῳ· ἅπερ ἐὰν ἐξαρθῇ, ὑπολείπονται τῷ Κυρίῳ οἱ τῆς φονικῆς ὕβρεως ἠλευθερωμένοι· ἀναιρεθείσης γὰρ πάσης κακίας ἐπισυμβάσης τοῖς ἀνθρώποις, ὑπολείπεται τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν καθ' ὃ ἐκ Θεοῦ ἐδημιουργήθησαν. 3.123 Ἐπεὶ γὰρ «ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνιείς», εἰς κτηνώδη ἔπεσεν τρόπον, «ὡς παραβληθῆναι τοῖς κτήνεσι τοῖς ἀνοήτοις», ἀφαιρεθείσης τῆς κτηνωδίας καὶ τῆς θηριώδους καταστάσεως, «ὑπολείπεται τῷ Θεῷ ἡμῶν» ἡ τιμή, τοῦ λογικοῦ ἀναδεικνυμένου τοῦ γενομένου ἀνθρώπου εὐθοῦς, ἐξαιρομένων τῶν σκολιῶν πολλῶν λογισμῶν τοῦ γὰρ Θεοῦ τὸν ἄνθρωπον εὐθῆ πεποιηκότος, αὐτοὶ ἐξεζήτησαν λογισμοὺς ματαίους, ὑπάρχοντας πολλοὺς διὰ χυδαιότητα. 3.124 Αὐτίκα γοῦν ἐν τῇ προκειμένῃ προφητικῇ λέξει, ἀναιρεθέντων τῶν ἐπισυμβάντων, καθ' ἃ Ἀσκαλωνῖται καὶ τῆς Γάζης πολῖται καὶ τῆς Ἀκκαρὼ οἰκήτορες ἐγεγόνεισαν, οἱ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ δημιουργηθέντες ὑπολειφθήσονται καὶ αὐτοὶ τῷ Θεῷ ἡμῶν γνησίως ἐξομολογούμενοι, ὡς «χιλιάρχους» χρηματίσαι τοῦ Ἰούδα· εἰς ἐξομολογούμενον γὰρ ὁ Ἰούδας μεταλαμβάνεται. Ἕκαστος δὲ ἀρχοντικῇ προαιρέσει ἀνθομολογούμενος χιλίαρχός ἐστιν. 3.125 Ἀλλὰ καὶ ὁ Ἀκκαρὼ κατὰ τὸν Ἰεβουσα̣ι῀̣ον ἔσται, μεταλαμβανόμενον εἰς πάτημα. 3.126 Τούτων συμβεβηκότων, οἰκοδομεῖ τοῖς εὐεργετηθεῖσιν Θεὸς ἀνάστεμα, φρούριον ὕψος ἔχον, ἵν' ἔνδον μένοντες ἑστηκότες βεβαίως, μὴ διαπορεύωνται ἔτι ὧδε κἀκεῖσε φερόμενοι ἀτάκτως, ἀλλ' οὐδ' ἀνακάμπτοντες ἔτι ἐφ' ἃ καταλελοίπασιν ἁμαρτήματα, «ἐπιλανθανόμενοι αὐτῶν, τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι», ἐπὶ τῷ φθάσαι «εἰς τὸ τῆς ἄνω κλήσεως βραβεῖον». Τούτων ἀνυσθέντων τῶν κατορθωμάτων, μᾶλλον δὲ τῶν Θεοῦ δωρημάτων, οὐκέθ' ὑπάρχει πολέμιος ἐξελαύνων, πάντων τῶν ἀγρίως ἐπικειμένων καταλυθέντων. 3.127 Ἐπεδίωκέν ποτε τὸν Θεοῦ λαὸν ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος, ὡς θρασέως καὶ ἀλαζονικῶς λέγειν· «∆ιώξας καταλήμψομαι, διαμεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου», καὶ ἔτι ταῦτα ἀλαζονικῶς λέγων, ὑποβρύχιος γέγονεν, πάντων αὐτῷ τῶν ὑπερηφάνων λόγων ἀνατραπέντων, ὡς μηκέτ' αὐτὸν ἐξελαύνοντα εἶναι. 3.128 Τοῦτ' αὐτὸ τὸ δρᾶμα καὶ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπέμεινεν· μυρία γὰρ ὅσα θρασέως ἀπειλήσας, παραχρῆμα ἀνῃρέθη, καὶ πολὺ αὐτοῦ στρατόπεδον ἐν ῥοπῇ μιᾶς ὥρας ὑπὸ ἑνὸς ἀγγέλου ἐστρώθη, ὡς ἡ γραφὴ διαγορεύει φάσκουσα ἕνα ἄγγελον «ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας» ἀνῃρηκέναι, ὡς μηκέτι σθένειν ἐξελαύνειν τὸν τοῦ Θεοῦ λαόν. 3.129 Λέγει γοῦν ὁ εὐεργέτης καὶ πάσης μακαρίου σωτηρίας αἴτιος· «∆ιὰ τοῦτο μηκέτ' εἶναι ἐξελαύνοντα νῦν, ὅτι ἑώρακα τοῖς ὀφθαλμοῖς μου», ταῖς ἐποπτικαῖς δηλονότι δυνάμεσιν, περὶ ὧν ὁ Ἀπόστολος γράφει οὕτως· «Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς τοῦ Θεοῦ» καὶ τῷ λόγῳ αὐτοῦ. Ῥητέον δευτέρως ὁρῶντας Θεοῦ ὀφθαλμοὺς εἶναι τοὺς ἐπιστατοῦντας τῶν ἀνθρώπων πραγμάτων ἐφόρους ἀγγέλους, περὶ ὧν ὁ ὑμνῳδός φησιν· «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὰ ἔθνη ἐπιβλέπουσιν.» 3.130 Οὐκ ἀπεικὸς δὲ καὶ τοὺς θεωρητικοὺς ἄνδρας, ὧν ὁράσεις θεῖαι ἀνεγράφησαν, ὀφθαλμοὺς Θεοῦ φάναι· πάσης γὰρ τῆς Ἐκκλησίας τῶν σῳζομένων σώματος Χριστοῦ τυγχανούσης, οἱ 93 διορατικοὶ ὀφθαλμοὶ ὑπάρχουσιν, ὡς ἡ ἀποστολικὴ φανεροῖ λέξις. Ὁρώντων τοιγαροῦν τῶν κατὰ πάσας τὰς ἀποδόσεις τοῦ ῥητοῦ ἡρμηνευμένων ὀφθαλμῶν τοὺς ἐπισκοπουμένους ἐκποδὼν οἰχήσεται πᾶς ἐξελαύνων. 3.131 Ἀποδοθείη δὲ εἰς τὴν προφητείαν καὶ τόδε· ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ τὸν Σωτῆρα ἐλευσόμενον ἐπ' εὐεργεσίᾳ καὶ σωτηρίᾳ τῶν ὅλων, πᾶς ἐξελαύνων κατελύθη, «δοθείσης ἐξουσίας πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ πάσης τῆς δυνάμεως τοῦ Σατανᾶ». Ἑξῆς γὰρ τοῖς προκειμένοις ὁ τροπαιοῦχος Σωτὴρ ἐλευσόμενος παρίσταται οὕτως· «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ», καὶ τὰ ἑξῆς τοῦ ῥητοῦ, ἃ ἐκθετέον κατὰ λέξιν οὕτως ἔχοντα. 3.132 Zach. IX, 9®10: Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων. Αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Ἐφράιμ καὶ ἵππον ἐξ Ἰερουσαλήμ, καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν. Καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. 3.133 Τ̣ὴν ἐκκειμένην προφητείαν πεπληρῶσθαί φασιν οἱ εὐαγγελισταὶ ὑπὸ τοῦ Ἰησοῦ ἐπιβεβηκότος ὄνου καὶ πώλου λυθέντων καὶ ἐνεχθέντων ἐκ τῆς κατέναντι κώμης, ἅπερ φανερωθείη Θεοῦ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.