Commentarii in Zacchariam · §u22-open

Commentarii in Zacchariam Unit 22 opening

Unit 22.

Lemma-led open — Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς

Greek

παρέχοντος τοῖς σαφηνίζουσιν τὰ Εὐαγγέλια, περὶ ὧν καὶ ἡμεῖς ὡς οἷόν τε ἦν εἰρήκαμεν ἐν τοῖς ὑπομνήμασιν τοῦ κατὰ Μαθθαῖον. ∆ιὸ νῦν πρὸς ἐκείνοις καὶ τὰ τοῦ προφήτου θεωρητέον. 3.134 Προστάττει τῇ θυγατρὶ Σιὼν συντόνως καὶ σφοδρῶς χαίρειν, καὶ τῇ τῆς Ἰερουσαλὴμ θυγατρὶ κηρύττειν ἐπὶ τῷ τὸν βασιλέα Σωτῆρα ἔρχεσθαι δίκαιον καὶ σῴζοντα, πραΰν τε καὶ ἐπιβεβηκότα ἐπὶ ὑποζυγίου καὶ νέου πώλου, ἵν' ἐξολεθρευθῇ ἅρματα ἐκ τοῦ Ἐφράιμ καὶ ἐκ τῆς Ἰερουσαλὴμ ἵππος, καὶ προσέτι πολεμικὸν τόξον, πλῆθός τε ἐθνῶν καὶ εἰρήνη. Τούτων δὲ κατορθωθέντων κατάρξει ὁ ἐλευσόμενος ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς ἐχόντων γῆς. 3.135 Τί δ' ἕκαστον τούτων βούλεται ἀκόλουθον εἰπεῖν. 3.136 Θυγάτηρ τῆς Σιών ἐστιν ἡ σκοπευτικὴ τῶν καλῶν ψυχή, σκοποῦσα τὰ μὴ βλεπόμενα ὄντα αἰώνια· σκοπευτήριον γὰρ ἑρμηνεύεται ἡ Σιών, καὶ ἐντολὴ πεποιημένη. Πῶς γὰρ ἡ σκοπευτικὴ τῆς ἀληθείας ψυχὴ οὐ ποιεῖ τὴν θείαν ἐντολήν, εἰς ἔργα αὐτὴν μεταλαμβάνουσα, ὡς τεθαρσηκότως εἰπεῖν· «Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς»· καὶ πάλιν· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα» «καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτήν.» Ὥσπερ οὖν ἡ τοιάδε ψυχὴ τῆς Σιὼν θυγάτηρ ἐστὶν τῷ εἰρημένῳ τρόπῳ, οὕτως εἴη τις καὶ τῆς Ἰερουσαλὴμ θυγάτηρ, ψυχὴ ὁρῶσα «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην». 3.137 Ἀμφοτέραις δηλαδὴ προστάττει ὁ λόγος, τῇ μὲν σφοδρῶς χαίρειν ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ ἀληθῶς βασιλέως, τῇ δέ, ὡς ὑπεραναβεβηκυίᾳ, καὶ κηρύττειν τὸν ε᾿̣ρχόμενον παμβασιλέα. Προὔχει γὰρ ἡ Ἰερουσαλὴμ τῆς Σιών, καὶ διὰ τοῦτο καὶ ἡ θυγάτηρ τῆς θυγατρός, ὡς τὴν μὲν χαίρειν μόνον προστάττεσθαι, τὴν δὲ καὶ κηρύττειν̣. Χαίρειν μὲν γὰρ δύναται ὁ μόνον πρακτικὸν κατο̣ρθώσας βίον, πρὸς τῷ χαίρειν καὶ κηρύττοντος τοῦ θεωρίαν ἔχοντος, διὰ τὸ ἐσχηκέναι τοῦ ἁγίου Πνεύματος τὸ ὑπερφυὲς χάρισμα, τὸν τῆς σοφίας καὶ γνώσεως λόγον. 3.138 Χαίρειν δὲ σφόδρα καὶ κηρύττειν ἐντέλλεται προφητεία ἐπὶ παρουσίᾳ βασιλέως, σῴζοντος ἅμα καὶ δικαίου τυγχάνοντος, οὐχ ἑτέρου ὄντος παρὰ τὸν Ἰησοῦν. Τίς γὰρ οὕτω σῴζων καὶ σωτὴρ τοῦ κόσμου ἢ «ὁ μεθ' ἡμῶν Θεὸς Ἐμμανουήλ», τεχθεὶς ἐκ πεῖραν ἀνδρὸς οὐκ ἐχούσης παρθένου, πληρουμένης τῆς προφητείας τῆς ἐχούσης οὕτω· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.» Τοῦτον τὸν τόκον τῆς ἄνευ ἀνδρὸς τεκούσης παρθένου ἄγγελος ὠνόμασεν Ἰησοῦν, ἀποδοὺς καὶ τὴν αἰτίαν τῆς οὕτως ἐχούσης προσηγορίας. ∆ιὰ τοῦτο γάρ, φησίν, κληθήσεται Ἰησοῦς, «ὅτι αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ». 3.139 Αὐτίκα γοῦν τεκούσης τῆς Μαρίας 94 ἐν τῇ Βηθλεέμ, ἐπιστὰς ἄγγελος μέγας· «Ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ἔφη, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει ∆αυίδ.» Περὶ τοῦ τεχθέντος Χριστοῦ προσετάττοντο οἱ προαναφωνοῦντες αὐτοῦ τὴν δεῦρο κάθοδον, κατὰ τὸν ἐν Ἠσαΐᾳ· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι σωτὴρ παραγίνεται»· οὐχ ἕτερος δ' οὗτος ὑπάρχει τοῦ ἀπαγγείλαντος περὶ ἑαυτοῦ Ἰησοῦ· «Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός»· καὶ ἔτι· «∆ίκαιος καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ.» 3.140 Πῶς γὰρ οὐ σῴζων ὁ ἐγερθεὶς ὑπὸ τοῦ Πατρὸς κέρας σωτηρίας ἐν οἴκῳ ∆αυίδ, κατὰ τὸν πληρωθέντα ἁγίου Πνεύματος Ζαχαρίαν, πατέρα τοῦ βαπτιστοῦ Ἰωάννου, λέγοντα· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν· ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ ∆αυίδ.» 3.141 Πρὸς τῷ δίκαιον καὶ σῴζοντα ὑπάρχειν τὸν ἐρχόμενον βασιλέα, ἔστι καὶ πρᾷος ἐπιβεβηκὼς ἐπὶ ὑποζυγίου καὶ πώλου· αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ φησίν· «Ἄρατε τὸ ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἕκαστος τῶν φερόντων τὸν χρηστὸν ζυγὸν ὑποζύγιον τυγχάνει, ᾧ ἐπιβέβηκεν ὁ πρᾷος βασιλεύς·

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.