Commentarii in Zacchariam · §u23-rem-early

Unit 23 rem early

Rem early: Unit 23; lemma and argument toward the thesis.

Greek

ἡ θυγάτηρ προστάττεται χαίρειν σφοδρῶς καὶ συντόνως ἐπὶ τῇ ἐπιλάμψει τοῦ ἰσχυροῦ καὶ σῴζοντος βασιλέως. 3.194 «Ψηλαφᾷ ὁ Θεὸς τὸν Ἰούδαν οἷα ῥομφαίαν μαχητοῦ», ἀμφοτέρως σωτηρίαν ἐνεργῶν· καθὸ μὲν τόξον ἐνετάθη εἰς μακάριον τιτρώσκων ἔρωτα, καθὸ δὲ στρατηγὸς ἄριστος ὑπάρχων ψηλαφᾷ ῥομφαίαν, μαχητὴς ὤν, ἐπὶ τῷ σφάττειν τοὺς ἀντιπαρατεταγμένους. Γέγραπται καὶ περὶ τούτου ἐν τετάρτῳ καὶ τεσσερακοστῷ Ψαλμῷ· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» Πῶς γὰρ οὐχ ὁδηγεῖ θαυμαστῶς ἡ δεξιὰ τὸν περιζωσάμενον ἐπὶ τὸν μηρὸν αὐτοῦ δυνατόν, παραδόξως πλήττοντα τοὺς πληττομένους; 3.195 Αὐτοῦ γοῦν ἔστιν ἀκοῦσαι λέγοντος τοῖς προκαταλαμβανομένοις πρὸς τῆς θείας δυνάμεως αὐτοῦ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.» Τραυματισθέντες γὰρ ὑπὸ τοῦ ταῦτα λέγοντος, ἀποβαλόντες τὴν Αἰθιόπων ζωήν, ἀθανασίαν ἀναλήμψονται, ὡς χαριστηρίως εἰπεῖν· «Ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς», ἐπείπερ πλύναντος ἡμᾶς τοῦ αἰτίου πάντων ἀγαθῶν, λαμπροὶ καὶ λευκοὶ ἀπεδείχθημεν, κατὰ τὸν μετὰ παρρησίας λέγοντα· «Πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» 3.196 Πόθεν δὲ Αἰθίοπες γεγένηνται οἱ πρὸς ἀγαθοῦ τραυματιζόμενοι ἵνα νεκρωθῶσιν τῇ ἀσεβείᾳ, ἢ ἐκ τοῦ διαβόλου γεννήσαντος αὐτοὺς θελήσαντας τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν; Εἴρηται γὰρ 99 περὶ αὐτοῦ ὡς εἴη μέλας, διὰ προσοῦσαν σκοτεινὴν ἄγνοιαν καὶ πονηρίαν, ὡς δηλοῦται ἐν τῇ βίβλῳ τῆς μετανοίας, Ποιμένι ὀνομαζομένῃ, καὶ τῇ Βαρναβᾶ ἐπιστολῇ. 3.197 Πληγείημεν δὲ καὶ ἡμεῖς σωτηριωδῶς ὑπὸ τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς, περὶ οὗ γέγραπται· «Ζῶν ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον», ἵνα θανατωθέντες σαρκί, ζωοποιηθῶμεν πνεύματι. Τρωθείημεν δὲ καὶ τῷ ἐκλεκτῷ βέλει, πεμφθέντι ἀπὸ τοῦ ἐνταθέντος τόξου· οὕτω γὰρ ἐπεγερθησόμεθα, τυγχάνοντες τῆς Σιὼν τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων γενήματα. 3.198 Πολλοὶ τέκνα καὶ υἱοὶ Ἑλλήνων ὄντες, ἐσπούδασαν κατὰ τῶν τῆς εὐσεβείας δογμάτων, ὡς καὶ συγγράμματα πολύστιχα καταλεῖψαι· ἀλλ' ὠλοθρεύθησαν ἐπεγείραντος κατ' αὐτῶν τοῦ Θεοῦ ἐκκλησιαστικοὺς ἄνδρας, ἀνατρέψαντας τοὺς ἐριστικοὺς αὐτῶν λόγους ὡς εἰπεῖν μετὰ πεποιθήσεως· «Τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Ὅταν ἐπεγερθῇ ἐπὶ τὰ τῶν Ἑλλήνων τέκνα τὰ τῆς Σιών, «ἔσται ἐπ' αὐτοὺς» ὁ τοῦτο κατορθώσας «Κύριος», ἑνοποιῶν τοὺς ἐπεγερθέντας τοῖς καθ' ὧν ἐπεγέρθησαν, ὡς βασιλεύειν αὐτῶν καταρτισθέντων ἑνὶ νῷ καὶ μιᾷ γνώμῃ, κτίσας εἰς ἕνα καινὸν ἄνθρωπον τὸν Ἕλληνα καὶ Ἰουδαῖον. 3.199 Zach. IX, 14–15: Καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν. 3.200 Ἐντείναντος Θεοῦ οἷα τόξον τὸν Ἰούδαν, βολὶς ὡς ἀστραπὴ ἐξελεύσεται, τιτρώσκουσα καὶ πλήττουσα εἰς θεῖον ἔρωτα, ὡς φῶς τοῦ κόσμου γενέσθαι τὴν δυναμένην εἰπεῖν τελείαν ψυχὴν ἢ ἔνδοξον Ἐκκλησίαν· «Τετρωμένη ἀγάπης εἰμί.» Ὅτι δὲ οὐκ ἐνταῦθα μόνον τὰ πεμπόμενα ἀπὸ τοῦ θείου τόξου φωτεινὰ τυγχάνει, καὶ ἐν τῷ Ἁμβακοὺμ πρὸς τὸν Θεὸν λέγεται· «Εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.» Οὐ διαφέρει δὲ τὸ πληθυντικῶς καὶ ἑνικῶς εἰπεῖν· γενικῶς γὰρ λαμβάνομεν βολίδα ἐξελευσομένην ὡς ἀστραπήν, ἧς εἴδη πολλὰ τυγχάνουσιν αἱ μερικαὶ βολαί. 3.201 Ὁ τιτρώσκων λόγος εἰς πόθον τοὺς τὰς κατ' εἶδος ἀρετὰς ἀναλαμβάνοντας καὶ τὰ κατὰ μέρος δόγματα, βολίς ἐστιν γενικῶς, εἰδικῶν ὑπαρχόντων τῶν περὶ ἑκάστης ἀρετῆς καὶ ἑκάστου δόγματος λόγων, καὶ διὰ τοῦτο πληθυντικῶς ὀνομαζομένων βολίδων. Πλὴν καὶ ἡ μία βολὶς ὡς ἀστραπὴ ἐξέρχεται καὶ αἱ πολλαὶ εἰς φῶς κατὰ τὸν Ἁμβακούμ, τῷ πάντα λαμπρὰ εἶναι βέλη τὰ πεμπόμενα ἀπὸ τοῦ ἐνταθέντος τόξου ὑπὸ τοῦ Θεοῦ. Ἔστι δὲ τοῦτο ὁ Ἰούδας. 3.202 Σεσαφήνισται πρότερον ὅτι περὶ τοῦ ἀνατείλαντος ἐκ τῆς φυλῆς Ἰούδα Σωτῆρος ταῦτ' ἀπαγγέλλεται. 3.203 Ἐξελθούσης ὡς ἀστραπῆς τῆς θείας βολίδος ἐπὶ τῷ φωτισθῆναι τὸν ἔσω ἄνθρωπον καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας, Κύριος παντοκράτωρ σαλπιεῖ, διεγείρων καὶ τὴν ἔνδον ἀκοήν, ὡς τὸν αἴσθησιν λαβόντα τῆς ὑπαρξάσης ὠφελείας ἀναφθέγξασθαι χαριστηρίως· «Ἡ παιδεία Κυρίου διανοίγει μου τὰ ὦτα», ἐπείπερ δέδωκέν μοι οὖς τοῦ ἀκούειν. 3.204 Καὶ ὅρα εἰ μὴ κατ' ἐπίνοιαν

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.