Commentarii in Zacchariam · §u23-open

Commentarii in Zacchariam Unit 23 opening

Unit 23.

Lemma-led open — Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξῳ, πῶς ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου

Greek

διεληλυθότος τῇ παραβάσει τοῦ πρώτου ἀνθρώπου, διελύθη ἀπὸ τῆς ψυχῆς τὸ σῶμα· ὡς εἰκὸς δὲ ἐθλίβετο τὸ πολλῷ χρόνῳ συνὸν ἀποβαλοῦσα, ὡς παροικεσίαν ὑπομεῖναι· ἀντὶ ταύτης ἐπὶ μίαν ἡμέραν ὑπαρξάσης, διπλᾶ ὁ Θεὸς ἀνταπέδωκεν ἐγείρας καὶ ἀποδοὺς τῇ ψυχῇ τὸ σῶμα αὐτῆς, ὡς μὴ ἀπειληφέναι μόνον αὐτό, ἀλλὰ καὶ ἀντὶ φθαρτοῦ καὶ ἀτίμου καὶ ἀσθενοῦς καὶ ψυχικοῦ σώματος, ἄφθαρτον, ἰσχυρόν τε καὶ ἐπίτιμον, καὶ αὐτὸ τοῦτο σῶμα πνευματικόν. 3.184 Ὁ προσέχων τῇ ἀναγνώσει τῶν θεοπνεύστων λογίων καὶ ἕτερα πλεῖστα νοήσει εἰς τὸ διπλᾶ ἀνταποδίδοσθαι ὑπὸ τοῦ Θεοῦ τῷ μίαν ἡμέραν μετοικισθέντι. 3.185 Πρὸς ῥητὸν καὶ τόδε ῥηθείη· μετοικισθεὶς ὁ λαὸς εἰς ἐχθροὺς αἰχμαλωσίας νόμῳ οὐ μόνον ἐλυτρώθη, ἀλλὰ καὶ τῶν κρατησάντων ἐκυρίευσεν· οὗ συμβάντος δ̣π̣ῆν θυμηδίαν ἔσχον οἱ πρὸς ὀλίγον κακωθέντες. 3.186 Zach. IX, 13®14: ∆ιότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον· ἔπλησα τὸν Ἐφράιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιών, ἐπὶ τὰ τέκνα Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ. Καὶ ἔσται Κύριος ἐπ' αὐτούς. 3.187 Τὸν ἐκ τῆς φυλῆς Ἰούδα ἀνατείλαντα Σωτῆρα, τόξον ἑαυτῷ ἐνέτεινεν ὁ Πατήρ, ἀφ' οὗ ἀπολύει τὰ εἰς σωτηρίαν τιτρώσκοντα βέλη. Καὶ ὅρα γε τὴν διαφοράν· τὸ ὀλοθρευόμενον τόξον τοῦ Ἐφράιμ πολέμιον ὠνόμασται τῷ πολεμίους αὐτῷ χρᾶσθαι. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ περὶ πολεμίων σατανικῶν δυνάμεων καὶ πάντων 98 τῶν ἑτεροδόξων· «Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξῳ, πῶς ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἀσθενήσαντες καὶ ἀνατραπέντες, δηλονότι συντριβέντων τῶν ἀμυντηρίων; Εἴρηται γάρ· «Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.» 3.188 Συντριβόμενα τόξα τὰ ἡγεμονικὰ τῶν μαχίμων ἐστίν, ἀφ' ὧν λόγοι πονηροὶ πέμπονται, ἠκονημένων βελῶν δίκην περὶ ὧν ὁ θεῖός φησιν λόγος· «Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν.» ∆ηλητηρίου γὰρ ἰοῦ πλήρης εἰσὶν οἱ λόγοι τῶν τὴν ψευδώνυμον γνῶσιν ἐπαγγελλομένων, θανατούντων τοὺς παραδεχομένους αὐτούς. 3.189 Οὐ τοιαῦτα δὲ τὰ ἀκόντια τοῦ δυνατοῦ Σωτῆρος, περὶ ὧν ἐν τεσσερακοστῷ καὶ τετάρτῳ Ψαλμῷ λέγεται πρὸς τὸν μακάριον καὶ ἄριστον τοξότην· «Τὰ βέλη σου ἠκονημένα, δυνατέ», ἅπερ ἔρωτα θεῖον ἐμποιεῖ τοῖς βαλλομένοις ὑπ' αὐτῶν, ὡς τὴν θείαν νύμφην μακάριον ἔρωτα σχοῦσαν λέγειν· «Τετρωμένη ἀγάπης εἰμί.» 3.190 Καὶ ὅρα τὸ παράδοξον· ὁ αὐτὸς Σωτὴρ τόξον καὶ τοξότης καὶ βέλος ὑπάρχει. Ἐν μὲν γὰρ τῷ προκειμένῳ προφητικῷ ῥητῷ πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ λέγεται· «Ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον»· ἐν δὲ τῷ Ψαλμῷ οἱ ὑμνοῦντες αὐτὸν λέγουσιν· «Τὰ βέλη σου ἠκονημένα, δυνατέ»· αὐτὸς δὲ περὶ ἑαυτοῦ φησιν ἐν Ἠσαΐᾳ· «Ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέν με.» Πῶς γὰρ οὐκ ἐκλεκτὸν βέλος ὁ κατασκευάζων ἐκλεκτοὺς τοὺς τιτρωσκομένους, κρυπτόμενον ἐν τῇ φαρέτρᾳ ᾗ ἔσχεν ἐκ τῆς Μαρίας σαρκί. 3.191 Ἐνταθέντος τούτου τοῦ θείου τόξου, ἀφ' οὗ ἐντείνεται καὶ ἀπολύεται τὰ πλήττοντα εἰς θεῖον ἔρωτα βέλη, ἐμπίπλαται ὁ Ἐφράιμ, ἀνατρεπόμενος καὶ ἀσθενὴς ἀποδεικνύμενος, κατὰ τὸ λεχθὲν ὑπόγυον ἀπὸ τοῦ Ψαλμοῦ· «Υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξον, πῶς ἀπεστράφησαν ἐν ἡμέρᾳ πολέμου», ἐπεγείραντος τοῦ μεγάλα χαριζομένου Θεοῦ «τὰ τῆς Σιὼν τέκνα ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων»; 3.192 Ἑλλήνων δὲ γενήματα ἐν τούτοις σημαίνονται οἱ πρεσβεύοντες τὴν ψευδώνυμον γνῶσιν καὶ πάντες οἱ τὴν ἀσέβειαν ἔχοντες, καθ' ἣν τοὺς δυσσεβεῖς λόγους ὀλεθρίων βελῶν δίκην πέμπουσιν κατὰ τῶν μὴ ἀνειληφότων «τὸν τῆς πίστεως θυρεόν». Τέκνα Σιὼν τυγχάνουσιν, ἐπεγειρόμενα ὑπὸ τοῦ βασιλεύοντος αὐτῶν Θεοῦ, οἱ πρεσβεύοντες τὴν ἀλήθειαν. 3.193 Τίς δ' ἡ Σιών, ἡ μήτηρ τῶν ἐπεγειρομένων ὑπὸ Θεοῦ τέκνων, ἢ ἡ μικρῷ πρότερον σαφηνισθεῖσα, ἧς

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.