Commentarii in Zacchariam · §u24-rem-close

Unit 24 rem close

Rem CLOSEOUT: Unit 24 CLOSEOUT.

Greek

οὗ ἡ προφητεία· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος», ὅνπερ δακτυλοδεικτῶν ὁ Βαπτιστὴς περισσότερον ἔχων προφήτου ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἀρθείσης δὲ τῆς τοῦ κόσμου ἁμαρτίας, οὐκέτι ξηρασίαν ἢ συγγενῆ κάκωσιν ἔχει τὰ εὐεργετηθέντα πρόβατα, οὐδ' οἱ ἀμνοὶ οὓς ἐπεσκέψατο ὁ φάσκων· «Καὶ ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου.» 3.259 Σπουδαστέον δὲ καὶ ἡμῖν ὑπὸ τὸν ἀγαθὸν ἀγελάρχην γενέσθαι, τὸν εἰς τόπον χλόης κατασκηνοῦντα τοὺς ὑπ' αὐτῷ ποιμαινομένους, ἵνα εἰσερχόμενοι καὶ ἐξερχόμενοι, εἰσωτερικῶς καὶ ἐξωτερικῶς τοῖς θείοις ἐπιβάλλοντες λόγοις, μακαρίας καὶ αἰωνίου πειραθῶμεν ζωῆς. 3.260 Zach. X, 3–5: Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. Καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν, καὶ ἐξ αὐτοῦ ἔταξεν, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ· ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. Καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι Κύριος μετ' αὐτῶν. 3.261 Ὁ μετὰ τὸ ὀργισθῆναι συμφερόντως ἰώμενος τοὺς ὑποπεσόντας τῇ ἀγανακτήσει, Κύριος Θεὸς παντοκράτωρ ὑπάρχων, ἐπισκέψεται τὸ ποίμνιον αὐτοῦ, τυγχάνον οἶκον τοῦ Ἰούδα, τοῦτ' ἔστιν τοῦ ἐξομολογουμένου· ἐξομολογούμενος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. Ἐπισκέπτεται δὲ τὴν ἀγέλην ἑαυτοῦ Κύριος Θεὸς παντοκράτωρ ὑπάρχων· περὶ οὗ καὶ ἐν τῷ Μιχαίᾳ εἴρηται· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος», ὢν σωτήρ. Ὅτι δὲ Κύριος Θεὸς παντοκράτωρ ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱός ἐστιν, ἐν τοῖς πρότερον ἀποδέδεικται. Ὁμοουσίου γὰρ ὑπαρχούσης τῆς Τριάδος, ὁμοούσιος ὁ γεννηθεὶς τῷ γεννήσαντι ὑπάρχων, ἐκ Κυρίου Θεοῦ παντοκράτορος Κύριος Θεὸς παντοκράτωρ ἐστὶν ὁ Σωτήρ. Πῶς γὰρ οὐ Κύριος Θεὸς «ὁ ὢν ἐν ἀρχῇ πρὸς τὸν Θεόν»; Καὶ ὥσπερ «δι' αὐτοῦ γέγονε τὰ πάντα», οὕτω καὶ κρατεῖται καὶ βασιλεύεται, ὡς εἶναι κατὰ τοῦτο παντοκράτωρ. 3.262 Οὗτος τοιγαροῦν ὁ θεολογούμε̣νος ἐπιδημήσας ἐπὶ τῷ εὑρεῖν καὶ σῶσαι τὸ τῶν ἀνθρώπων γένος, ὂν ἀποσφαλὲν πρόβατον ἀπὸ τῆς τῶν λογικῶν ἑκατοντάδος, οἷα νομεὺς ἄριστος «τὴν ψυχὴν ἑαυτοῦ ἔθηκεν» ὑπὲρ ὧν ἐλήλυθεν σῶσαι προβάτων, ὡς λοιπὸν ἐπισκέπτεσθαι αὐτὸν τὸ ποίμνιον ἑαυτοῦ, ὄντα τοῦ Ἰούδα οἶκον, περὶ οὗ εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.» Καὶ ἐπεὶ ταχεῖα ἐκ προκοπῆς μεταβολὴ γίνεται τοῖς εὐεργετουμένοις, τάξει τοὺς συμπληροῦντας τὸ ποίμνιον αὐτοῦ, οἷα εὐπρεπῆ ἵππον ἕνα, «κατηρτισμένων ἁπάντων ἑνὶ νῷ καὶ γνώμῃ μιᾷ», ὡς ἐκ ποιμένος ἡνίοχον ἄριστον γενέσθαι σωτηριωδῶς ἱππαζόμενον. 3.263 Ὑπῆρκται δὲ τοῦτο τὸ ἀγαθὸν ἀναπεμψάντων πρεσβείαν τῶν πόθον τῆς ἐπιδημίας αὐτοῦ ἐχόντων, φασκόντων· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους, καὶ ἡ ἱππασία σου σωτηρία.» 3.264 106 Ἐκ τοῦ οἴκου τοῦ Ἰούδα, ἐκ ποιμνίου ἵππου εὐπρεποῦς γεγενημένου, ἐπέβλεψεν καὶ ἔταξεν ἐξ αὐτοῦ τόξον, ἀφ' οὗ πέμπει βέλη, λόγους τοὺς περὶ κολάσεως καὶ ἀπειλῆς· περὶ ὧν ὁ τάξας τὸ τόξον ἔφη· «Μεθύσω τὰ βέλη μου ἀφ' αἵματος», καὶ πάλιν· «Τὰ βέλη μου συντελέσει αὐτούς.» Εἴρηται καὶ ἐν τοῖς πρότερον ὅτι αἱ κολάσεις διά τινα βαθὺν λόγον προσαγορεύονται βέλη. Ἐν ἑβδόμῳ γοῦν Ψαλμῷ, περὶ τοῦ κριτοῦ τῶν ὅλων, ζώντων τε καὶ νεκρῶν, εἴρηται· «Τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξηργάσατο.» 3.265 Τί δ' ἔσται ὅταν ἐπιβλέψῃ ἐκ τοῦ Ἰούδα Κύριος ὁ Θεὸς 3.265 ὁ παντοκράτωρ καὶ τάξῃ ἐξ αὐτοῦ πολεμικὸν τόξον, ἢ τὸ ἐμπειροπολέμους μαχητὰς γενέσθαι τοὺς εὖ ὑπ' αὐτοῦ παθόντας ἐκ τῶν τοῦ Ἰούδα. Ἐξελεύσεται ἐν τῷ αὐτῷ ὁ ἐξελαύνων πρὸς πόλεμον παρεσκευασμένος, ὡς πατεῖν πηλὸν ὁδῶν, πιπτόντων πολλῶν ὡς πηλὸν ἐκ τῶν αἱμάτων γενέσθαι. Συμβαίνει δὲ τοῦτο τοῖς νικῶσιν, ἀλλ' οὐ τοῖς ἡττωμένοις. Οἱ μὲν γὰρ εἰς φυγὴν τραπέν̣τες διώκονται καὶ ἐπισπεύδονται, οἱ δὲ ἐπιτρέχοντες καὶ ἐπισπεύδοντες τοὺς διὰ δέος δείξαντας τὰ νῶτα πατοῦσι πηλοῦ δίκην τὸ αἷμα τῶν σφαγέντων, ἐπισπέρχοντες τὰ τοῦ ἐξελαύνειν ἱππέων δίκην. 3.266 Τούτων δὲ τῶν κατορθωμάτων ὑπαρξάντων, ἐπ' αὐτοὺς καὶ περὶ ἑαυτοὺς ὑπερμαχῶν ἔσται Κύριος ὁ Θεὸς αὐτῶν, ὡς χαριστηρίως φάναι· «Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ», καὶ ἔτι· «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τὸν Θεὸν μεθ'

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.