Commentarii in Zacchariam Unit 25 opening
Unit 25.
Lemma-led open — Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Greek
ἑαυτῶν ἔχοντες πεποιθότως παρατάξονται πρὸς οὓς ἔχουσι τὴν μάχην καὶ πόλεμον, ὡς ἕκαστον εὐχαριστικῶς φάναι· «Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.» 3.267 Τὴν αὐτὴν ἀνδρείαν ἔχων καὶ ὁ τὸν τρίτον Ψαλμὸν ᾄδων ἐθάρρησεν εἰπεῖν· «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.» Πρὸς τοὺς οὕτω παρατεταγμένους ὁ λόγος εὐθυμοποιῶν λέγει· «Εἷς ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας» οὐκ ἀνθρώπων μόνων πολεμιστῶν ἀλλὰ καὶ ἀοράτων. Πρὸς οὓς ἔχοντες τὴν πάλην οἱ τῷ Χριστῷ στρατευόμενοι καὶ τὴν παντευχίαν αὐτοῦ ἐνδυσάμενοί φασιν· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τούς τε κοσμοκράτορας τοῦ σκότους τούτου καὶ πνευματικὰ τῆς πονηρίας.» Περιεστηκότων γὰρ πάντων τούτων τῶν πολεμιστῶν, ὁ τῇ τοῦ Θεοῦ προσηγορίᾳ οἷα ἀσπίδι ἀκαταμαχήτῳ θαρρῶν λέγει· «Κυκλοῦντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» Τὰ αὐτὰ τούτῳ καὶ ὁ προφήτης ἐπινικίως βοᾷ· «Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με;» 3.268 Zach. X, 5– 7: Καὶ καταισχυνθήσονται ἀναβάται ἵππων. Καὶ κατισχύσω τὸν οἶκον Ἰούδα καὶ τὸν οἶκον Ἰωσὴφ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπηκα αὐτούς, καὶ ἔσται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς. Καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφράιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψεται καὶ εὐφρανθήσεται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ. 3.269 Οἱ μέγα πεποιθότες ἐπὶ παρατάξει ἱππικῇ, ὅταν παρὰ πρόθεσιν γένηται τὰ τοῦ πολέμου, αἰσχύνην ὀφλισκάνουσιν, πείρᾳ μαθόντες ὅτι «ψευδὴς ἵππος εἰς σωτηρίαν» ἐστίν. Περὶ τῶν οὕτω πολεμούντων ὁ τῶν ἁγίων χορός φησιν· «Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου ἀγαλλιασώμεθα· αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» Παραπλησίως τούτοις ὁ τῆς Αἰγύπτου τύραννος καὶ πάντες οἱ συστρατευόμενοι αὐτῷ 107 κατῃσχύνθησαν ὅτε κατεποντώθησαν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, ὡς ἐφύμνιον ᾄδεσθαι κατ' αὐτῶν ἀρχόμενον ἀπὸ τοῦ· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.» Περὶ τῶν ἀναβατῶν τούτων καὶ ἐν ἑνὶ τῶν Ψαλμῶν φέρεται· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.» 3.270 Τίνες δὲ οὗτοι τυγχάνουσιν ἐπιστατέον. Ἵππων νοουμένων τῶν ἀνθρωπίνων σωμάτων διὰ τὸ σκιρτητικὸν καὶ ἀφηνιάζον, ἐπιβάται αἱ ψυχαὶ τυγχάνουσιν οὐ τεταγμένως, οὐκ ἐπιστημονικῶς δαμάζουσαι τοὺς οἷς̣ ε᾿̣πιβαίνουσιν ἵππους· διὸ καὶ αἰσχύνην ὑπομένουσιν οἰστρηλατούμεναι, ὡς τὸ προφητικὸν ῥητόν φησιν· «Καταισχυνθήσονται ἀναβάται ἵππων.» 3.271 Καθ' ἑτέραν νόησιν ἵπποι νοείσθωσαν οἱ κομπώδεις καὶ σοφισταὶ ἄνθρωποι, ὧν ἐπιβαίνουσιν πονηραὶ δυνάμεις ἀτάκτως φερόμεναι οὐκ εἰδυῖαι χαλιναγωγεῖν ἀλλ' ἀτάκτῳ ῥύμῃ φέρεσθαι, αἵτινες διὰ τὸ ἀτέχνως ἐπισπέρχειν τὰ τετρασκελῆ πάθη καταισχυνθήσονται· κατὰ βαράθρων χωροῦσιν διὰ τὸ νυστάζειν καὶ ὑπνώττειν, τ̣ῶν σωτηριωδῶς ἱππαζομένων οὐχ ὑπομενόντων τ̣ὰ τ̣ῶν καταισχυνομένων· ἡ γὰρ ὑπωπιάζουσα ψυχὴ καὶ δουλαγωγοῦσα ὃ περίκειται σῶμα, οὐκ ἐπιβάτης, οὐκ ἀναβάτης, ἀλλ' ἱππεύς ἐστιν ἐπιστημονικῶς πωλοδαμνοῦσα. 3.272 Ὡσαύτως ἱππικῇ τέχνῃ ἐπιβαίνουσαι θεῖαί τινες δυνάμεις ἀνδράσιν ἀρίστοις ἱππικῶς φέρονται, ῥύμῃ θείας διδασκαλίας φερόμεναι, ἡγεμόνα καὶ ἔξαρχον ἔχουσαι τὸν οὗ ἡ ἱππασία σωτηρία ἐστίν, πρὸς ὃν εἴρηται· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.