Unit 25 rem mid
Rem mid: Unit 25; lemma continues; reading with the letter.
Greek
ἡ θεωρία ἐν Εὐαγγελίοις μάλιστα φέρεται· ἀναπαῦσαι γὰρ τὰς ψυχὰς ὁ Ἰησοῦς βουλόμενος, «∆εῦτε, φησίν, πρὸς ἐμὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· καὶ ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν ἐστιν.» ·····ως εἰσδέξασθαι αὐτοὺς πρὸς ἑαυτὸν κρίνας ἵνα ἄρωσιν τὸν ζυγὸν αὐτοῦ χρηστὸν ὄντα καὶ τὸ ἐλαφρὸν φορτίον, σημαίνει αὐτοῖς φάσκων· «∆εῦτε πρὸς ἐμὲ κἀγὼ ἀναπαύσω ὑμᾶς.» 3.282 Ἡ θεία αὕτη προτροπὴ καὶ ἐν Ἠσαΐᾳ φέρεται, τοῦ ἁγίου Πνεύματος βοῶντος· «Φωτίζου, φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος.» Σημάνας γὰρ ὡς προσήκει φωτισθῆναι ὑπὸ τοῦ Σωτῆρος ὑπάρχοντος φωτὸς ἀληθινοῦ, ἐπενήνοχεν· «Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ὀφθήσεται», ὡς πορεύεσθαι τὰς βασιλικὰς ψυχὰς ὧν κρατεῖ ὁ παμβασιλεὺς τῷ φωτὶ τοῦ εἰσδεχομένου καὶ τὰ κληθέντα ἔθνη εἰς τὸ εὐαγγέλιον τῇ λαμπρότητι τῆς ἐνδόξου Ἐκκλησίας, κατ' ἀναγωγὴν οὔσης Ἰερουσαλήμ, ἐπείπερ ὁρᾷ «τὴν Θεοῦ εἰρήνην πάντα νοῦν ὑπερέχουσαν» διὰ τέλειον ὕψος καὶ βασιλικὴν ὑπερ̣οχήν. 3.283 Τίνος δ' ἕνεκα σημαίνει καὶ εἰσδέχεται αὐτούς, ἁρμονίως ἐπιφέρει φάσκων· «∆ιότι λυτρώσομαι αὐτοὺς καὶ πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί.» Λυτροῦται δ' αὐτοὺς ὠμῶν καὶ ἀτέγκτων τυράννων νόμῳ αἰχμαλωσίας ἀπαγαγόντων αὐτοὺς τῆς οἰκείας αὐτῶν πολιτείας. 3.284 Κεῖται ἐν ἑτέραις γραφαῖς ὁ τρόπος καὶ πῶς ὑπῆρκται ἡ εἰς 109 τὴν ἐλευθερίαν ἀποκατάστασις. Εἷς τις γοῦν τῶν ἁγίων πρὸς τὸν εὐεργετήσαντα κέκραγεν· «Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με»· καὶ ἔτι· «Ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας.» 3.285 Φανεροῖ τη`̣ν ἀποστροφὴν τῶν ῥυσθέντων ἀπὸ τῆς πρότερον κακοπραγίας̣ ὁ κορυφαῖος τῶν Χριστοῦ μαθητῶν Πέτρος, γράφων τοῖς πιστοῖς· «Οὐ φθαρτοῖς χρυσίῳ ἢ ἀργυρίῳ ἐλυθρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλ' ἐν αἵματι τιμίῳ ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» 3.286 Λυτρωσάμενος ὁ τοῦτ' ἐπαγγειλάμενος Σωτὴρ ἀναγκαίως ἐπιφέρει τό· «Πληθυνῶ αὐτοὺς καθότι ἦσαν πολλοί», οὐ τοσοῦτον πλήθει καὶ ἀριθμῷ ὅσον τῇ κατὰ τιμὴν ὑπεροχῇ, παραπλησίως τῇ πρὸς τὸν Ἀβραὰμ εὐλογίᾳ λεχθείσῃ ὑπὸ τοῦ Θεοῦ· «Αὐξανῶ αὐτόν, καὶ πληθυνῶ αὐτόν, καὶ εὐλογήσω αὐτόν, καὶ εὐλογημένος ἔσται, πατὴρ πολλῶν ἐθνῶν δωρεᾷ Θεοῦ ἀναδεικνύμενος.» Γίνεται δὲ πατὴρ πολλῶν ἐθνῶν οὐ κατὰ σάρκα μόνον, ἀλλὰ κατὰ τὸ νοητόν, δηλονότι τέκνων καὶ υἱῶν αὐτοῦ ἐκ τοῦ ποιεῖν αὐτοῦ τὰ ἔργα καὶ τὴν πίστιν ἔχειν. 3.287 Αὐτὸς γοῦν ὁ Σωτὴρ τοῖς αὐχοῦσι κατὰ σάρκα τὸν Ἀβραὰμ ἔχειν πατέρα ἐρρωμενέστατα ἐλέγχων ἔφη· «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.» Ταύτῃ τῇ νοήσει, «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἀπόστολος Παῦλος ἐπιστέλλει τῇ Ἐκκλησίᾳ, σαφηνίζων πῶς πατὴρ τῶν ἐθνῶν ὁ ἱερὸς πατριάρχης ὑπάρχει φάσκων· «Ὅσοι ἐκ πίστεώς εἰσιν υἱοὶ Ἀβραάμ εἰσιν, σὺν αὐτῷ εὐλογούμενοι.» Τὴν αὐτὴν θεωρίαν ὑποβάλλει τὸ προφητικὸν ἐκεῖνο τὸ ἐν Ἠσαΐᾳ φερόμενον· «Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.» 3.288 Ἐπὶ αἰσθητῶν ταῦτα λαμβανόμενα γέλωτα κινεῖ, πολλῶν ἁγιωτάτων οὐδ' ὅλως τεκνούν̣των· Ἠλίας γοῦν καὶ Ἐλισαῖε καὶ ὁ βαπτιστὴς Ἰωάννης, οὗ μείζων οὐδεὶς κατὰ πρᾶξιν ἐπαινετὴν καὶ γνῶσιν ἁγίαν, οὐδαμῶς ἐτέκνωσαν, ὥστε πνευματικῶς ἐκλαμβάνειν προσήκει τὸ πληθύνεσθαι τοὺς ἔχοντας τὰς τοιαύτας ἐπαγγελίας «καθότι ἦσαν πολλοί». Οὐ γὰρ ἐνταῦθα ἤρξαντο οἱ δίκαιοι πληθύνεσθαι καὶ γίνεσθαι πολλοὶ κατὰ τὴν ἀποδοθεῖσαν νόησιν· ἦσαν γὰρ πολλοὶ καὶ πρὸ τῆς π̣αρούσης ζωῆς. 3.289 Τούτους τοὺς ὄντας πολλοὺς οἷα σπέρματα ἔσπειρεν ἐν τοῖς λαοῖς ἵνα μεταλάβωσιν αὐτῶν τῆς ἀρετῆς. Ὅνπερ γὰρ τρόπον τὰ εἰς γῆν βαλλόμενα σπέρματα μεταποιεῖ τὴν παρακειμένην χθόνα ὡς γενήματα καὶ καρπὸν γενέσθαι, οὕτως οἱ ε᾿̣πισπειρόμενοι τοῖς λαοῖς καὶ τοῖς ἔθνεσιν, εἰς τὴν ἰδίαν ποιότητα φέρουσιν τοὺς οἷς ἐπεσπάρησαν, μιμητὰς τῆς ἀρετῆς αὐτῶν ἐσομένους. 3.290 Οὐχ ἁμαρτήσοι δέ τις λέγων ἐσπάρθαι ὑπὸ Ἰησοῦ τοὺς ἀκούσαντας· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη»· καὶ ἔτι πρὸς τοὺς αὐτοὺς ἐν τῷ κατὰ Ἰωάννην· «∆ιὰ τοῦτο ἔθηκα ὑμᾶς», τοῦτ' ἔστιν ὡρισάμην καὶ ἀπέδειξα, «ἵνα ὑπάγητε καὶ πλείονα καρπὸν φέρητε», καὶ ὁ καρπὸς
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.