Commentarii in Zacchariam · §u25-rem-early

Unit 25 rem early

Rem early: Unit 25; lemma and argument toward the thesis.

Greek

σωτηρία.» 3.273 ∆ιεστείλατό τις τῶν ἀρχαίων σοφὸς ἱππέα ἀπ' ἀναβάτου, καὶ τὸν μὲν ψεκτόν, τὸν δ' ἐπαινετὸν εἶπε̣ν̣· ὁ γὰρ ἄνευ τέχνης ἐποχούμενος, οὐ χαλιναγωγῶν τὸν ἵππον, ἀναβάτης ἐστίν, ὡς ὁ προειρημένος σοφὸς παρέστησεν, τοῦ κατὰ πωλοδαμνικὴν τέχνην ὀχουμένου ἱππέως ἐν δίκῃ καλουμένου. Αὐτίκα γοῦν τοῦ μεγάλου προφήτου Ἠλίου ἀναλαμβανομένου, Ἐλισαῖε ὁ θεοπρόπος κέκραγε λέγων· «Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.» Ἱππέα γὰρ ἀλλ' οὐκ ἀναβάτην ἔδει εἶναι τὸν ἀρίστως ὀχούμενον, χαλιναγωγήσαντα τὸ ἴδιον ὄχημα. 3.274 Ταύτης τῆς διαφορᾶς ἱππέως καὶ ἀναβάτου οὔσης, οὐχ οἱ ἱππεῖς ἀλλὰ οἱ ἐπιβάται καταισχυνθήσονται, νυστάζοντες ἐν τῷ ἐπιβεβηκέναι τῶν ἵππων, νηφόντως καὶ γρηγορούντως ἡνιοχούντων τῶν σὺν τέχνῃ ἱππαζομένων· διὸ καὶ νικηφόροι ἀποδεικνύμενοι νίκην ἀποφέρονται, καταισχυνομένων τῶν ἐπιβατῶν τῶν ψεκτῶν ἵππων. 3.275 Οἱ τοῦ Ἰούδα κ̣ατισχύουσιν καὶ ὁ τοῦ Ἰωσὴφ οἶκος ζῇ καὶ σώσεται ὑπὸ τοῦ παμβασιλέως Θεοῦ· ἐκ παραλλήλου Ἰωσὴφ καὶ Ἰούδας ὁ ἐνανθρωπήσας Σωτὴρ ὑπάρχει, ἅτε ἐκ τοῦ Ἰούδα ἀνατείλας καὶ σιτοδοτήσας τοὺς λιμῷ καὶ ἀσιτίᾳ καταπονουμένους, ὡς λοιπὸν πλήρης ἄρτων ἀναδειχθῆναι, μεγίστης εὐετηρίας διαδεξαμένης· εἴρηται γοῦν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας ὡς ἐνεπλήσθησαν ἀγαθῶν οἱ πρότερον λιμώττοντες διὰ τὸ ἀλογεῖν πνευματικῆς τροφῆς, ἧς ὁ νοητὸς αὐτῶν Ἰωσὴφ ἐσιτοδότησεν. Εἰς τοσοῦτον γοῦν δαψιλ̣είας προελήλυθεν ὡς καὶ ἐν τῇ ἐρήμῳ τοὺς τροφῆς στερομένους εἰς κόρον ἔθρεψεν ἐκ πάνυ ὀλίγων ἄρτων πολυάνθρωπα πλήθη. 3.276 Ἐνισχύσας τὸν οἶκον τοῦ Ἰούδα καὶ τὸν τοῦ Ἰωσὴφσώσας ὁ Θεὸς κατοικίζειν αὐτοὺς ἐπαγγέλλεται, οὐκ ἄλλου χάριν ἢ ὅτι ἠγάπησεν αὐτούς. Πότε δ' ἔσται τοῦτο ἢ ὅτε ἀπολαμβάνουσιν ἃς εν̣·· ἔπεισεν ἐπαγγελίας, περὶ ὧν γράφεται ὧδε· «Ὀφθαλμὸς ἀνθρώπου οὐκ εἶδεν, οὐδὲ θνητῶν οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀναβέβηκεν, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἔσται δὲ αὐτοῖς τὰ ἐπηγγελμένα ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, ἀλλ' ἐπιβλέπω καὶ ἐφορῶ αὐτούς, Κύριος «Θεὸς αὐτῶν» ὑπάρχων. Εἰσακούσομαι γοῦν αὐτῶν σφόδρα καρποφορούντων κατὰ τὸν Ἐφράιμ, καρποφορίαν ἑρμηνευόμενον, ὡς ἡσθῆναι καὶ χαρῆναι τὸ διανοητικὸν αὐτῶν ὡς ἐν οἴνῳ τῷ τρυγωμένῳ ἐκ τῆς 108 ἀμπέλου τῆς ἀληθινῆς, περὶ οὗ πολλάκις ἤδη σαφήνεια γέγονεν. 3.277 Τί δ' ὑπάρξεται ἐκ τῆς πόσεως τοῦ θείου οἴνου, ἢ τὸ εὐφρανθῆναι ἐκ τοῦ θεωρεῖν τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια καὶ ὅσα ἄλλα ὑψηλὴν ἔχει θεωρίαν, μεθ' ἣν ὄψεταί τις τὸν Θεὸν καθαρᾷ καρδίᾳ προσβαλὼν «τῷ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ», ὡς αὐτὸν τὸν ὄντα «εἰκόνα» καὶ χαρακτῆρα «τοῦ ἀοράτου Θεοῦ» λέγειν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα»; 3.278 Οὐ μόνον δ' αὐτοὶ οὗτοι πρὸς οὓς αἱ ἐπαγγελίαι ἀπολαύσουσιν τῶν ἱερῶν θεαμάτων, ἀλλὰ καὶ τὰ τέκνα αὐτὰ ἃ ἐγέννησαν θείᾳ παιδεύσει καὶ μιμήσει ἀρίστου βίου. Ὁ ἐν Χριστῷ γοῦν Ἀπόστολος Κορινθίοις καὶ Γαλάταις ἐπιστέλλει, τοῖς μέν· «∆ιὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα», τοῖς δέ· «Τέκνα μου οὓς πάλιν ὠδίνω μέχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ Πέτρος γοῦν ὁ τῶν ἀποστόλων πρόκριτος ὡς τέκνοις ἑαυτοῦ γράφει ἣν ἐχάραξεν ἐπιστολήν· «Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι κατὰ τὴν προτέραν ἀναστροφήν.» Καὶ Βαρναβᾶς γοῦν καὶ αὐτὸς μετὰ Παύλου ἀπόστολος ταχθεὶς ἐπὶ τῆς ἀκροβ̣υστίας, τοῖς κατὰ τὸ εὐαγγέλιον πιστοῖς ἐπιστολὴν διαπεμψάμενος, προσφωνεῖ αὐτὴν ὡς υἱοῖς καὶ θυγάτρ̣α̣σιν̣. Καὶ ὁ ὑμνῳδὸς δὲ τοῖς κατὰ ἀρετὴν ἐξ αὐτοῦ γεννωμένοις προσφωνεῖ· «∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν καὶ ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;» 3.279 Ὀψόμενα τῶν προειρημένων τὰ τέκνα χαρήσεται νῷ, καρδίᾳ ὀνομαζομένῳ, οὐκ ἐπ' ἄλλῳ τινὶ ἢ Κυρίῳ Θεῷ αὐτῶν, λέγοντι πρὸς ἕκαστον τῶν πολιτευομένων κατὰ τὸ θεῖον Εὐαγγέλιον· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» 3.280 Zach. X, 8–10: Σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί· καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου. Ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν. Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς, καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειφθῇ αὐτῶν οὐδὲ εἷς. 3.281 Προθέμενος ὁ Κύριος εἰσδέξασθαι τοὺς ἀλλοτριωθέντας αἰχμαλωσίας τρόπῳ, οὐκ ἀθρόως τοῦτο ποιεῖ, ἀλλὰ σημάνας τὴν εὐεργεσίαν τοῖς ἀναδεξομένοις αὐτήν. Αὕτη

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.