Commentarii in Zacchariam Unit 26 opening
Unit 26.
Lemma-led open — ἔνδοξον Ἐκκλησίαν
Greek
θεοποιηθέντες· θεότητα γὰρ δηλοῖ ὁ Λίβανος ἐν τῷ λεχθέντι ὑπὸ τοῦ θείου νυμφίου πρὸς τὴν συνοικοῦσαν αὐτῷ θείαν νύμφην, τυγχάνουσαν θείαν ψυχὴν κ̣αὶ «ἔνδοξον Ἐκκλησίαν» σφοδρῶς ἡγιασμένην ὡς «μηκέτ' ἔχειν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων»· «Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.» Ῥηθείη δ' ἂν τοῦτο πρὸς ἕκαστον τῶν θεοποιηθέντων μετοχῇ τοῦ Θεοῦ λόγου, περὶ ὧν εἴρηται ὑπὸ τοῦ Σωτῆρος· 111 «Ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο.» 3.304 «Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου.» Πληθυντικῶς ἱμάτια αι῾̣ κατ' εἶδος ἀρεταὶ τυγχάνουσιν, οἷς ἐγκαλλωπίζετα̣ι «ἡ παραστᾶσα βασιλὶς ἐκ δεξιῶν» τοῦ παμβασιλέως νυμφίου. 3.305 Εἴρηται σοφοῖς ἀνδράσιν θεότητα δηλοῦν ὃν προσήνεγκαν οἱ μάγοι τῷ ἐκ τῆς Μαρίας τεχθέντι παιδίῳ μετὰ χρυσοῦ καὶ σμύρνης λίβανον, διανοίᾳ τοιαύτῃ· ἐπεὶ Θεὸς ἅμα καὶ ἄνθρωπος, ἀλλὰ καὶ βασιλεὺς ὑπάρχει ὁ τεχθεὶς ἐκ τῆς παρθένου, κατὰ τὸν ὁμολογοῦντα τὴν θεότητα αὐτοῦ ἔστιν λίβανον δῶρον κομίζειν, χρυσὸν δὲ μετὰ τούτου τοῦ λιβάνου προσάγειν διὰ τὸ ὁμολογεῖν αὐτὸν βασιλέα. Εἴρηται γοῦν ἐν ἑβδομηκοστῷ πρώτῳ Ψαλμῷ, καὶ ὅτι βασιλεύς ἐστιν ὁ ἐπιδημήσας καὶ χρυσὸς αὐτῷ προσάγεται, οὕτως· «Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός», καὶ μεθ' ἕτερα· «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» 3.306 Ἀληθείᾳ καὶ οὐ δοκήσει ἄνθρωπος γεγονὼς ο῾̣ δ̣ο̣ξολογούμενος διὰ τὸ θνητὸς εἶναι καὶ μέλλειν «χάριτι Θεοῦ ὑπὲρ πάντας γεύεσθαι θανάτου̣», καὶ σμύρνα ἐν τοῖς δώροις προσηνέχθη. ∆ηλοῖ τὸ δώρημα τοῦτο τὸ τετάφθαι τὸν ὑπὲρ πάντων θανόντα. Αὐτίκα γοῦν οἱ ἀμ̣φὶ τὸν Ἰωσὴφ καὶ Νικόδημον ἐσμύρνισαν τὸ κατε̣ν̣εχθὲν ἀπὸ τοῦ σταυροῦ σῶμα τοῦ Ἰησοῦ. 3.307 Εἰσάξαντος τοῦ μεγαλοδώρου Θεοῦ τοὺς λυτρωθέντας ἀπὸ Φαραὼ κα̣ι`̣ τ̣οῦ Ἀσσυρίου εἰς τὴν Γαλααδῖτιν̣ καὶ τὸν Λίβανον, οὐδεὶς ἔτ̣ι τῶν ἐχθρῶν ὑπολείπεται, οὐ τῷ μηκέτ' εἶναι, –ἀδύνατον γὰρ λογικὴν οὐσίαν εἰς τὸ μὴ ὂν καταστρέψαι, κἂν π̣άντα καὶ μεγάλα ἁμαρτήσῃ καὶ ἀσεβήσῃ, – ἀλλ' εἰς τὸ μηκέτ' εἶναι ἐχθρὸν καὶ ἀντικείμενον τοῖς ὑπὸ Θεοῦ λυτρωθεῖσιν. 3.308 Μάλιστα δὲ τοῦθ' ὑπάρξεται ὅταν «πάντα ἐν πᾶσιν ὁ Θεὸς» γένηται, «πάντων γὰρ καταντησάντων εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», «κατηρτισμένων τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ὑπάρξαντος οὗ εἶπεν ὁ Υἱὸς πρὸς τὸν Πατέρα· «∆ὸς αὐτοῖς ἵνα ὦσιν ἓν ἐν ἡμῖν, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν.» Πάντων δηλαδὴ ἀπολαβόντων τὸ πλήρωμα τῆς θεότητος, οὐδεὶς ἔτι ὑπολείπεται διῃρημένος τῆς ἑνώσεως ὡς ἔξω καὶ καθ' ἑαυτὸν εἶναι. «Ἀποδράσης γὰρ τότε πάσης λύπης, ὀδύνης, στεναγμοῦ», ἀποδράσεται καὶ τὸ κατὰ ἀριθμὸν πλῆθος, εἰς ἕνα ἄνδρα πάντων καταντησάντων. 3.309 Zach. X, 11–12: Ἐλεύσονται ἐν θαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται. Καὶ κατισχύσω
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.