Commentarii in Zacchariam · §u26-rem-early

Unit 26 rem early

Rem early: Unit 26; lemma and argument toward the thesis.

Greek

αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος. 3.310 Συνεχῶς ἐν τοῖς θείοις λόγοις ὁ περὶ γῆν τρόπος καὶ κοσμικὴ διαγωγὴ θάλασσα προσαγορεύεται. Ἡ περὶ τῆς σαγήνης γοῦν εὐαγγελικὴ παραβολὴ οὐδὲν αἰσθητὸν αἰνίττεται, πάντα πρὸς ἀναγωγὴν διαγορ̣εύουσα· ἡ γὰρ βαλλομένη σαγήνη εἰς τὸν ἀνθρώπινον βίον ἐπὶ ἄγρᾳ τῶν ἐν αὐτῇ ἰχθύων, ἀλληγορικῶς οὕτως ὠνομασμένων, ἡ θεόπνευστός ἐστι γραφή, πολυειδῶς πεπλεγμένη ὑπὸ «τῆς πολυποικίλου τοῦ Θεοῦ σοφίας». Θάλασσα δὲ ἡ καθ' ἡμᾶς ἐστι κατάστασις, πλατυνομένη̣ καὶ εὐρυνομένη τοῖς φιληδόνοις κα̣ὶ φιλοπαθέσιν ἐγγύς που τοῦ ἀκινήτου διακειμένοις· οὐδὲ γὰρ φωνὴν ἰχθὺς ἀφίησιν, οὐδὲ τρανὴν ἔχει φαντασίαν, ἐπεὶ μηδὲ αἴσθησιν ἠκριβωμένην. 3.311 Εἰ καὶ οἱ ἰχθύες οἱ ἐννη̣χ̣όμενοι αὐτῇ οὐδὲν ἔχουσιν ἐναργές, διὰ τὸ καταδεὲς τῆς ψυχῆς καὶ αἰσθήσεως αὐτῶν, ἀλλ' οὖν οἱ ἅγιοι ἄνδρες ἁλιεῖς ὄντες καὶ τῶν ἰχθύων ἀγρευταί, ποιοῦσιν ἐργασίαν καὶ ἐν τῷ πλήθει τοῦ ὕδατος τῆς θαλάσσης. Περὶ αὐτῶν γοῦν γέγραπται ἐν θείοις ὕμνοις· «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν̣ πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασιν πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.» 3.312 Καταβαίνουσιν εἰς τὸν κεκυματωμένον ζάλης τε και`̣ ἁλμυρίδος πεπληρωμένον ἀνθρώπων βίον ἐν πλοίοις τοῖς ἀνθρωπίνοις σώμασιν αἱ ψυχαί, ἐπὶ τῷ ποιῆσαι 112 ἐργασίαν ἐν ὕδασι πολλοῖς, ἁλιεύοντες̣ κυβερνῶντες· ἕκαστος γὰρ τῶν νοημόνων κυβέρνησιν ἐ´̣χ̣ει, ἓν οὖσαν τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος. Εἴρηται γὰρ ὡς «ἡ ἀντίλημψις καὶ ἡ κυβέρνησις» τοῦ ἁγίου Πνεύματός ἐστι δῶρον. Πρὸς τῷ κυβερνήτης εἶναι, ὁ νοήμων καὶ ἁλιεὺς ὑπάρχει, τέχνην ἔχων ἐκείνην περὶ ἧς τοῖς γνωρίμοις Ἰησοῦς εἶπεν· «∆εῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» 3.313 Οἱ ἐν πολλοῖς ὕδασιν ἐργασίαν ποιοῦντες, τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ο῾̣ρῶσιν ἐν τῷ βυθῷ, ἐφιστάνοντες ὡς οἷόν τε τοῖς τοῦ Θεοῦ κρίμασιν, ἀβύσσῳ πολλῇ τυγχανούσῃ. Εἰ γὰρ καὶ ἀνεξεραύνητά εἰσιν, ἀλλά γε ἔχοντες τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐραυνοῦν αὐτοῦ τὰ βάθη, ὁρῶσιν ἐν τῷ βυθῷ τὰ θαυμάσια καὶ ἔργα τοῦ Θεοῦ. 3.314 Ὅρα δὲ καὶ ἕτερον ἔργον τῶν εἰς τὴν θάλασσαν καταβάντων, ἐν̣ τῷ προφήτῃ Ἠσαΐᾳ ἀπαγγελλόμενον· «Πετασθήσονται, φησίν, ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσιν», ἀλλόφυλα πλοῖα λέγων τὰ σώματα διὰ τὸ ἑτέρας εἶναι φύσεως παρὰ τὰς ἐμπλεούσας ψυχάς, οὐσίας οὔσας νοέρας καὶ αὐτὸ τοῦτο κατ̣'

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.