Unit 26 rem close
Rem CLOSEOUT: Unit 26 CLOSEOUT.
Greek
βασιλευούσης, καὶ ἡ τῶν Ἀσσυρίων ὕβρις ·······ι̣σχει. Ἀμφοτέρως γὰρ ὕβριζον, τοῦτο μὲν λοίδοροι ὑπάρχοντες, τοῦτο δὲ ἀλαζόνες καὶ καθ' ὑπερηφανίαν ἐξυβρίζοντες. 3.320 Τῶν ἀντικειμένων καταλυθέντων, κατισχύονται ὑπὸ Κυρίου Θεοῦ αὐτῶν οἱ ἐν θαλάσσῃ στενῇ πορευόμενοι, ὡς χαριστηρίως λέγειν ἕκαστον· «Ἰσχύς μου καὶ ἡ 113 ὕμνησίς μου Κύριος, καὶ ἐγένετό μοι Κύριος εἰς σωτηρίαν.» Καὶ ἔτι· «Ἀγαπήσω̣ σε, Κύριε, ἡ ἰσχύς μου.» Ὡσαύτως καὶ ὁ Ἰερε̣μίας πρὸς τὸν Θεόν φησιν· «Ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου, Κύριε ὁ Θεός μου.» Τὰ αὐτὰ τῷ υ῾̣μνῳδῷ καὶ προφήτῃ Ἰερεμίᾳ, καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ἐρρωμενέστατα γράφει· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι.» 3.321 Ἀφαιρεθείσης τῆς ὕβρεως τῶν Ἀσ̣συρίων καὶ τῆς βασιλείας τῶν Αἰγυπτίων καταλυ̣θείσης, τῇ τοῦ εὐεργέτου προσηγορίᾳ ὁπλισάμενοι κατακαυχῶνται κατὰ τῶν ἀνατραπέντων, μόνον οὐχὶ ἕκαστος λέγων· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ δι' οὗ ἐμοὶ κόσμος̣ ἐσταύρωται κἀγὼ κόσμῳ.» Σταυρωθέντος γὰρ τοῦ κόσμου̣ ὡς μηκέτ' ἐνεργεῖν, κωλυόμενον̣ ὅπῃ βούλεται χωρεῖν καὶ πράττειν τὰ αὐτῷ φίλα, σταυροῦται αὐτῷ ὁ Χριστοῦ δοῦλος, ὥστε τῶν ποδῶν καὶ τῶν χειρῶν κ̣ωλυθέντων ἔτι ἐνεργεῖν, ἀνεμεσήτως καυχήσεται φάσκων· «Χριστῷ συνεσταύρωμαι.» 3.322 Ὁ ταύτην τὴν πεποίθησιν γενναίως ἔχων ἐν Χριστῷ καυχᾶται κατὰ τὸ λεχθέν· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω», οὐ καυχώμενος ἐπ' οὐδενὶ ὧν ἰδίων ἔχειν δύναται ψυχ̣ικῷ, οὐ σωματικῷ, οὐδὲ τῶν ἐκτός τινι. Ἀπη̣γόρευται γὰρ τα̣ῦτα πάντα· «Μὴ καυχάσθω γάρ, φησίν, ὁ σοφὸς ἐπὶ τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐπὶ τῇ ἰσχύϊ αὐτ̣ο̣ῦ, μηδὲ ὁ πλ̣ούσιος ἐπὶ τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσ̣θω ὁ καυχώμενος, συνίειν καὶ εἰδέναι τὸν Κύριον καὶ ποιεῖν ἔλεον καὶ κρίμα ἐν μέσῳ τῆς γῆς.» 3.323 Ταύτην τὴν φωνὴν καὶ ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ ἐπὶ τῷ τοκετῷ τοῦ παρὰ προσδοκίαν γεναμένου τέκνου εὐχαριστοῦσα ἀνέπεμψεν, μόνον ἐναλλάξασα ἀντὶ τῆς σοφίας φρόνησιν. 3.324 Ὑπάρξεται δὲ καὶ ἡμῖν θεόθεν ἀνδραγαθήματα ἵν' εὐχαριστήσωμεν τῷ ὀρέξαντι αὐτὰ ὑπάρχοντι μεγαλοδώρῳ. 3.325 Αὐτάρκως̣ περιγραφέντος καὶ τοῦ τρίτου λόγου τοῦ εἰς πρ̣οφήτην Ζαχαρίαν, αὐτοῦ που καταπαύσωμεν παρακαλοῦντες τὸν ὁράσεις πληθύνοντα Θεὸν «δοῦναι λόγον ἐν ἀνοίξει τοῦ στόματος», πρὸς το`̣ καὶ τὰ ἑξῆς ω῾̣ς οἷόν τε σαφηνίσαι, ἐὰν αὐτῷ δοκῇ.
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.