Commentarii in Zacchariam · §u26-rem-mid

Unit 26 rem mid

Rem mid: Unit 26; lemma continues; reading with the letter.

Greek

ει᾿̣κόνα καὶ ὁμοίωσιν Θεοῦ κτισθείσας. Προνομεύουσι δὲ οὗτοι τὴν θάλασσαν, σκυλ̣εύοντες τὸν ἐν αὐτῇ δράκοντα, λαμβάνοντες ἀπ̣' αὐτοῦ ἃς ἠπάτησεν ψυχὰς ἐριστικῇ καὶ ἀπατηλῇ διδασκαλίᾳ. Ὅτι δὲ ὁ δράκων ἐν τῇ θαλάσσῃ διατρίβει, ὁ ὑμνῳδὸς ἐν τρίτῳ καὶ ἑκατοστῷ Ψαλμῷ ἀναφ̣θέγγεται φάσκων· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρ̣ος, ἐκεῖ πλοῖα διαπορεύονται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» 3.315 Ἐπιστατέον ὡς ἐνταῦθα μὲν μεγάλη καὶ εὐρύχωρός ἐστιν ἡ θάλασσα τοῖς μετὰ τοῦ δράκοντος διατρίβουσιν, στενὴ δὲ τοῖς ἔξω αὐτῆς σπεύδουσιν εἶναι. Ὅνπερ γὰρ τρόπον τοῖς δικαίοις στενή ἐστιν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς τοῖς ἐν τῷ ὀρθῶς πο̣λιτ̣εύεσθαι ζητοῦσιν τὴν ζωὴν αἰώνιον, πλατεῖα πύλη καὶ ευ᾿̣ρύχωρος ὁδὸς ὑπάρχουσα τοῖς φαύλοις καὶ φιληδόνοις, ὡς πολλοὺς περιπίπτειν τῇ ἀπωλείᾳ, οὕτως ἡ ἀλληγορουμένη θάλαττα στενὴ ευ῾̣ρίσκεται «τοῖς ἐν παντὶ θλιβομένοις» διὰ θεοσέβειαν «καὶ μὴ στενοχωρουμένοις», ὡς μετὰ πεποιθήσεως φάναι· «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν εἰσελθεῖν.» 3.316 Πατάττεται τῆς ἡρμηνευμένης θαλάττης τὰ κύματα ὑπὸ τοῦ δεσπόζοντος αὐτῆς καὶ τοῦ κρατοῦντος αὐτῆς, πρὸς ὃν κελαδοῦντές φασιν οἱ ἅγιοι· «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς καταπραΰνεις.» 3.317 Τοῦτο κατώρθωσεν αἰσθητῶς καὶ νοητῶς Ἰησοῦς, ἐπιτιμήσας τῇ ἀφριζούσῃ τῇ θαλάττῃ κατὰ τοῦ ἀποστολικοῦ σκεύους καὶ τῷ ἀνέμῳ τῷ διεγείραντι αὐτῆς τ̣ὰ κύματα, ὡς παραχρῆμα εὐδίαν καὶ αἰθρίαν γενέσθαι, ἠρεμοῦντος τοῦ ὕδατος καὶ ἀέρος. 3.318 Πρὸς τῷ ἐπιτιμηθῆναι τὰ κύματα τῆς θαλάσσης ἀλληγορικῶς, ἠρημώθη καὶ τὰ βάθη τῶν ποταμῶν, περὶ ὧν αὐχῶν ὁ τῆς Αἰγυ´̣πτου βασιλεύς, δράκων ὀνομαζόμενος διὰ τὸ ἰῶδες κ̣αὶ δηλητήριον, κομπάζων εἶπεν· «Ἐμοῦ εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.» Οἱ πεῖραν λαβόντες τῆς θαλάσσης στενωθείσης, παταχθέντων τῶν κυμάτων αὐτῆς, καὶ τῶν βαθῶν τῶν ξηρανθέντων ποταμῶν, τῷ ταῦτα κατορθώσαντι προσελθόντε̣ς χαριστηρίως ἀναπέμπουσιν ὕμνον, οὕτω λέγοντες· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξ̣ηράν, ἐν ποταμῷ διελεύσονται ποδί», ἐρημωθέντων τῶν βαθῶν αὐτῶν δηλονότι καὶ παταχθέντων τῶν κυμάτων τῆς θαλάσσης. 3.319 Τῶν κυμάτων τῆς θαλάσσης παταχθέντων καὶ πάντων τῶν βαθῶν τῶν ποταμῶν ἐρημωθέντων, ἡ τῶν Ἀσσυρίων ὕβρις α᾿̣π̣ο̣λ̣εῖται, καὶ τὸ σκῆπτρον τῆς Αἰγύπτου περιαιρεθήσεται, οὐκέτι

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.