Unit 28 rem mid
Rem mid: Unit 28; lemma continues; reading with the letter.
Greek
αὐτόν, πῶς οὐχὶ καὶ τὰ πάντα σὺν αὐτῷ χαρίσεται ἡμῖν;» Ἡμῶν φειδόμενος οὐκ ἐφείσατο τοῦ υἱοῦ· ὁ μὲν γὰρ ἀπαθὴς καὶ πάσης βλάβης ἀφανιστικός, ἡμεῖς δὲ θνητοὶ καὶ πάθεσιν ὑποκείμενοι. ∆ιὸ εἰ φεισάμενος ἦν τοῦ υἱοῦ, μὴ ἐκδοὺς αὐτὸν «ὑπὲρ πάντων γεύσασθαι θανάτου», ἐμένομεν ἐν τῇ κρατησάσῃ ἀπωλείᾳ διὰ τῆς παραβάσεως τῆς θείας ἐντολῆς· ἀλλ' ἵνα ἐλευθερωθῶμεν, παρέδωκεν ὁ κηδεμὼν τὸν ἴδιον υἱόν, οὐ βλαβησόμενον ἐκ τοῦ τεθνάναι, Σωτῆρος ἀναδειχθέντος πάντων παραδοθέντος ὑπὲρ αὐτῶν. 4.67 Τούτων ὧδε ἐχόντων, ἐὰν ὁ Θεὸς λέγῃ· «Οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», φόβῳ ἀπειλῆς νουθετεῖ, ἵνα μὴ κολάσει ὑποπέσωσιν, ἀλλ' ἔξω γένωνται τῆς κρατησάσης ἁμαρτίας, οὐκέτι ὑποκείμενοι κολάσει. 4.68 Τὸν τρόπον τοῦ μὴ φείσασθαι ἔτι φανεροῖ, φάσκων «τοὺς ἀνθρώπους εἰς χεῖρας τῶν πλησίον αὐτῶν παραδιδόναι καὶ εἰς χεῖρας» οὗ εἵλαντο πονηροῦ «βασιλέως, ὡς κατακοπῆναι τὴν γῆν», ἀντεπιτιθεμένων ἀλλήλοις τῶν «ὡς ἀνθρώπων ἀποθνῃσκόντων». Οὗτοι δ' εἰσὶν οἱ ἔριδι καὶ ζήλῳ κατὰ σάρκα περιπατοῦντες. Οἱ οὕτω τυγχάνοντες ἄνθρωποι εἰς χεῖρας παραδίδονται ὧν ἔσχον πλησίον δαιμόνων διὰ φιληδονίαν καὶ ὑλικὴν διάθεσιν. Τότε γὰρ μάλιστα νουθετηθῆναι δύνανται παραδοθέντες οἷς ἡγοῦντο φίλοις καὶ πλησίον ἔχειν, πειραθέντες τῆς ὠμότητος καὶ ἀγριότητος αὐτῶν· φεύξονται δὲ καὶ τοῦ τυραννικῶς ἄρξαντος, τῆς σκληρότητος αὐτοῦ πεῖραν λαβόντες. Ἀμέλει γοῦν καὶ ὁ Ἑβραίων λαὸς τὸ τηνικάδε ἐπόθησεν ἐλευθερωθῆναι τῆς Αἰγυπτίων θρασύτητος, γνοὺς αὐτῶν τὸ ἐπίμοχθον καὶ τὸ ἀπηνὲς ἐπιστασίας. 4.69 Κατακοπτομένης τῆς γῆς, τοῦτ' ἔστιν τῶν ἐπ' αὐτῆς καταλλήλων ἐξανισταμένων, ποιμαίνει Θεὸς τὰ τῆς σφαγῆς πρόβατα εἰς τὴν Χανανῖτιν, τὴν ἡτοιμασμένην τιμωρίαν. Εἴρηται καὶ πρότερον σφαγῆς εἶναι πρόβατα τὰ ἕτοιμα πρὸς τὸ παθεῖν καὶ τὰ ἤδη σφαγέντα, ὅτε παρελάβομεν τὸ ὑπὸ τῶν θλιβομένων πρὸς τὸν εὐεργέτην τῶν ὅλων ἀπαγγελλόμενον· «Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως», καὶ πάλιν· «Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» 4.70 Ἐπίστησον εἰ ἐπαινετόν τι δηλοῖ τὸ ποιμαίνεσθαι τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, ἑρμηνευομένην ἡτοιμασμένην, τάχα τῶν διὰ κακώσεως οἰκονομουμένων εἰσαγομένων εἰς σωτηρίαν ἀμεταμέλητον κατεργαζομένην ὑπὸ πόνων παιδευτικῶς ἐπαγομένων, περὶ ἧς γράφει ὁ θεσπέσιος ἀπόστολος Παῦλος τάδε χαράττων· «Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν κατεργάζεται εἰς σωτηρίαν ἀμεταμέλητον, τῆς τοῦ κόσμου λύπης θάνατον ἐπιφερούσης»· διὸ ταύτης μὲν ἀφεκτέον, τῆς δὲ κατὰ Θεὸν ἀντιποιητέον ἀμεταμέλητον σωτηρίαν κατὰ Θεὸν φερούσης. 4.71 Zach. XΙ, 7–9: Καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους –τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, –καὶ ποιμανῶ τὰ πρόβατα. Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς. 4.72 Ἐκ προσώπου τοῦ Σωτῆρος ὁ προφήτης Ζαχαρίας 121 ἀπαγγέλλει τὰ περὶ δύο ῥάβδων ὧν εἴληφεν ἑαυτῷ. 4.73 Οὐχ ἕτερον δ' ἔτι σημαίνεται ἐν τοῖς προκειμένοις ἐκ τῶν ῥάβδων ἢ σκῆπτρα ἀρχῆς, μᾶλλον δὲ βασιλείας, σύμβολα ὄντα. 4.74 Ἐπεὶ τοίνυν πᾶν τὸ τῶν ἀνθρώπων γένος διῄρηται εἰς τὸν ἐκ περιτομῆς λαὸν καὶ εἰς τὴν κληθεῖσαν ἀπὸ ἐθνῶν Ἐκκλησίαν, ὁ ἰουδαίων καὶ ἐθνῶν Θεός, σωτὴρ ἅμα καὶ βασιλεὺς αὐτῶν ὑπάρχων, ἔλαβεν ἑαυτῷ τὰ δύο σκῆπτρα, ἵνα ἐξ ἀμφοτέρων μίαν βασιλείαν ἀπεργάσηται. 4.75 Νοηθήσεται δὲ ἐξ εὐαγγελικοῦ ῥητοῦ ἡ προφητεία· ὡς γὰρ μία βασιλεία ὑπὸ βασιλέα ἕνα ἐξ ἐθνῶν καὶ ἰουδαίων πιστευσάντων ἀνεδείχθη, οὕτω καὶ ποίμνη μία ὑπὸ ἕνα ποιμένα τὸν ἀληθινὸν τὸν τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων τεθεικότα. Ἔχει δ' οὕτως ἡ εὐαγγελικὴ φωνὴ ὑπὸ τοῦ Σωτῆρος ἀπαγγελλομένη· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ συναγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν, ἵνα γένωνται μία ποίμνη καὶ ποιμὴν εἷς», ἕτερα λέγων εἶναι πρόβατα οὐκ ἀπὸ τῆς ἰουδαϊκῆς αὐλῆς ἀλλὰ τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας τῷ εὐαγγελίῳ. 4.76 Ταὐτὸν δὲ τὸ τὰς δύο ἀγέλας ὑπὸ ἕνα ποιμένα γενέσθαι, τῷ τὰ δύο σκῆπτρα ὑπὸ τὸν αὐτὸν βασιλέα ἐλθεῖν. Πότε δὲ τοῦτο πληρωθήσεται ἢ ὅταν ἐκβάσεως τύχῃ τό· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ»; 4.77 Ῥηθείη καὶ ἑτέρως τό· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ εἴσιν ἐκ τῆς αὐλῆς ταύτης», αὐλῆς καλουμένης τῶν προβάτων τοῦ περὶ γῆν κόσμου ἐν ᾧ ἀκμὴν διατρίβουσιν οἱ τὸ σῶμα φοροῦντες, ἀπαλλαγεισῶν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.