Commentarii in Zacchariam · §u28-rem-close

Unit 28 rem close

Rem CLOSEOUT: Unit 28 CLOSEOUT.

Greek

τούτου ψυχῶν ἐν τῷ καταχθονίῳ τόπῳ τέως διατριβουσῶν, ἅσπερ συνάγει ὁ ἀγαθὸς νομεὺς, γενάμενος πρὸς αὐτὰς ὃτε «τέθνηκεν ὑπὲρ πάντων» «ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ». Εἰ δὲ εἷς κυριεύει νεκρῶν καὶ ζώντων βασιλικῷ κράτει καὶ ποιμαντικῇ ἐπιστήμῃ, αἱ δύο ποῖμναι καὶ βασιλεῖαι μία ἀνεδείχθησαν. 4.78 Τί δ' ὑπάρξεται τούτου κατορθωθέντος ἢ ἡ πολυαρχία οἰχήσεται, ἐξάραντος τοῦ ἀληθινοῦ νομέως τοὺς κακῶς ἄρχοντας τρεῖς ποιμένας ἐν ἑνὶ μηνί, τοῦτ' ἔστιν ἅμα καὶ ἐν περιόδῳ μιᾷ. 4.79 Τίνες δ' οἱ ἐξαιρόμενοι τρεῖς ἀγελάρχαι θεωρητέον. 4.80 Τὸ ἱερατικὸν τῶν Ἰουδαίων τάγμα καὶ οἱ λεγόμενοι παρ' αὐτοῖς ἄδικοι προφῆται καὶ οἱ βασιλεύσαντες ἀπὸ τοῦ Ἰεροβοάν. Πάντες γὰρ οὗτοι βλάβης αἴτιοι ἐτύγχανον τῶν ἀρχομένων. Εἴρηται γοῦν ἐν Ὠσῆε· «Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, ἀνομίαν ἐποίησαν ἐν τῷ Ἰσραήλ», καὶ ἔτι ἐν τῷ αὐτῷ προφήτῃ· «Κακωθήσεται Ἰσραὴλ ὥσπερ ὁ παρεξεστηκὼς προφήτης.» 4.81 Ἔστιν εὑρεῖν καὶ περὶ τῆς παρανόμου βασιλείας τῆς σχισάσης τὸν Θεοῦ λαὸν γεγραμμένα πολλά, ὧν ἐστιν καὶ τὸ οὕτως ἔχον· «Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον.» 4.82 Κατὰ τῶν οὕτω φαύλως ἡγησαμένων καὶ ὁ ἅγιος Ἰερεμίας βοᾷ ἐλεγκτικώτατα ἐκ προσώπου τοῦ παμβασιλέως Θεοῦ· «Ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστιν Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἐπροφήτευον ἄδικα, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύοντο.» 4.83 Ἐπίστησον εἰ τοὺς ποιμένας ἀσεβοῦντας εἰς αὐτὸν λέγει τοὺς βασιλέας τοῦ Ἰσραὴλ ἄλλους παρὰ τοὺς ἱερέας καὶ προφήτας τυγχάνοντας. 4.84 Οὐκ ἀπογνωστέον δὲ καὶ τοὺς ψευδοδιδασκάλους ποιμένας ἀσεβοῦντας εἰς Θεὸν φάναι. Οἱ οὕτω ἐκληφθέντες ποιμένες τρεῖς ἐξαίρονται ἐν μηνὶ ἑνὶ ὑπὸ «τοῦ ἀλη̣θῶς ἀρχιερέως μεγάλου Ἰησοῦ διεληλυθότος τοὺς οὐρανούς», ἀληθινοῦ ὄντος προφήτου, περὶ οὗ θεία προαναφώνησις εἴρηται· «Προφήτην ὑμῖν ἀναστήσει ἐκ τῶν ἀδελφῶν ὑμῶν Κύριος ὁ Θεός.» 4.85 Πρὸς τῷ ἀρχιερεὺς καὶ προφήτης ὑπάρχειν, καὶ βασιλεύς ἐστιν, ὡς τὸν Πατέρα περὶ αὐτοῦ φάναι· «Ἤγειρα αὐτὸν βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων.» 122 Καὶ αὐτὸς οὖν περὶ ἑαυτοῦ ὁ οἰκοδομῶν τὴν πνευματικὴν Θεοῦ πόλιν καὶ λυτρούμενος τὸν λαὸν λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον, διαγγέλλω τὸ πρόσταγμα Κυρίου.» 4.86 Πρὸς τοῖς τεθεωρημένοις περὶ τῶν τρίων ποιμένων, ἐπιστατέον ψεκτοὺς τρεῖς εἶναι νομέας ἐξαιρομένους τοὺς εἰς τὴν Τριάδα ἀσεβοῦντας. Οἱ μὲν γὰρ αὐτῶν πολλὴν ἔχουσι ῥοπὴν εἰς τὸ ἀσεβεῖν εἰς τὸν Πατέρα, ἑτέρων εἰς τὸν Υἱὸν καὶ ἄλλων εἰς τὸ ἅγιον Πνεῦμα. 4.87 Καὶ τάχα μὲν οἱ υἱοπάτορα φρονοῦντες ψευδοδοξοῦσιν εἰς τὸν Πατέρα, στερίσκοντες τὸν Πατέρα ὅσον ἐπὶ τῇ ἀσεβείᾳ αὐτῶν τοῦ Μονογενοῦς Υἱοῦ, ὄντος Θεοῦ Λόγου σοφίας τε καὶ ἀληθείας, τῶν ἐξ οὐκ ὄντων καὶ κτίσμα φρονούντων προηγουμένως περὶ τὸ ἴδιον γένημα ψευδοδοξούντων. Εἰσὶ δὲ καὶ πνευματομαχοῦντες, δοξάζοντες ὡσεὶ ᾖ ἓν τῶν κτισμάτων. 4.88 Καὶ τὰ τρία δὲ τάγματα τῶν ἀπατωμένων ἄθεα περὶ τῆς Τριάδος φρονοῦσιν, πλὴν ἕκαστον, ὡς ἤδη εἴρηται, διάφορον ἔχει τὴν ἀσεβῆ ῥοπήν. 4.89 Ἐξαρθήσονται δὲ ἐν μηνὶ ἑνὶ καὶ οἱ οὕτω ἀσεβεῖς ποιμένες· μέχρι γὰρ τῆς παρούσης χρονικῆς ζωῆς ἡ ψευδὴς διδασκαλία τὴν ἐπαγγελίαν ἔχει, καταλυθησομένην ὅταν ἐπίλαμψις τελεία γένηται τοῦ ἀληθινοῦ φωτὸς μετὰ τὸν ἐνεστηκότα πονηρὸν αἰῶνα καὶ τὴν πρόσκαιρον ζωήν, ἐφ' ᾗ μόνῃ οἱ ἐλπίζοντες ἐλεεινότεροι πάντων ἀνθρώπων εἰσίν. 4.90 Γίνεται δ' ἡ ἔξαρσις τῶν τρίων φαύλων ἀγελαρχῶν, βαρυνομένης ἐπ' αὐτοὺς τῆς ψυχῆς τοῦ ταῦτα ἀπειλοῦντος βασιλέως, ἐπείπερ μισητὰ αὐτῷ πράττουσιν. 4.91 Ψυχὴ δὲ αὐτοῦ κατὰ πλείονας τρόπους λέγεται. 4.92 Καθ' ἕνα μὲν καὶ πρόχειρον, ἣν ὡς ἄνθρωπος τέλειος ἔχει, ἣν τίθεται ἵνα πάλιν λάβῃ αὐτήν. Τέθειται μὲν οὖν αὐτὴν λύτρον ἀντὶ πολλῶν αὐτὴν δεδωκώς, ὡς γράφειν περὶ αὐτοῦ τὸν μυσταγωγὸν τῆς ἀληθείας Ἰωάννην οὕτως· «Ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ ἀλλήλων τὰς ψυχὰς θεῖναι»· ἔλαβεν δὲ αὐτὴν ἐκ νεκρῶν ἀναστὰς «οὐκ ἐγκαταλειφθεῖσαν εἰς τὸν ᾅδην». 4.93 Κατ' ἄλλην θεωρίαν, ψυχή ἐστιν τοῦ ταῦτα λέγοντος Σωτῆρος πᾶς ἄνθρωπος οἰκειωθεὶς αὐτῷ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.